1

 2

 3

 4

2

προλαβεῖν χρὴ τοῦ ἀστέρος τὴν εἰς Βηθλεὲμ ἄφιξιν, ὥστε γνωσθῆναι ὅτι παρ' ἐμοῦ καὶ τὸν δρόμον ὁδηγεῖται καὶ τὴν ἀκτῖνα δανείζεται. Ἀλλὰ σὺ μὴ ζημιωθῇς ἂν ἀκρόβυστοι τὴν ἀπαρχὴν τῆς εὐλογίας θερίσωσιν.»

6 «Καὶ εὐλόγησεν τὸν θεὸν καὶ εἶπεν· νῦν ἀπολύεις τὸν δοῦ λόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ.» Εὐλόγησεν τὸν θεὸν τὸν Πατέρα σὺν τῷ Υἱῷ, τὸν Υἱὸν σὺν τῷ Πνεύματι, ἐπειδὴ τὸ Πνεῦμα μὲν τὸ χρηματίζον ἐτύγχανεν, τὸν Υἱὸν δὲ μετὰ χεῖρας ἐβάσταζεν, σαρκὶ φανῆναι καὶ βρέφος δι' ἡμᾶς γενέσθαι εὐδοκήσαντα· ὁ δὲ Πατὴρ καὶ αὐτὸς ἐνεργῶν ἦν τὰ τοσαῦτα καὶ τηλικαῦτα μυστήρια. Ἀλλὰ τὴν εὐχαριστίαν ἐπὶ τίνι προσέφερεν; «Νῦν», φησίν, «ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα», ὅτε μοι φόβος οὐκ ἔστι θανάτου, μετὰ χαρᾶς δὲ πρὸς τοὺς νεκροὺς τὴν ζωὴν αὐτοῖς καταγγελῶν ἀπέρχομαι. «Ἀπολύεις δὲ κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ», ἐκεῖνο ὅπερ ∆αυὶδ ὁ προφήτης παρὰ σοῦ δανεισάμενος ἔλεγεν· «Ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι καὶ ὑπνώσω.»

7 «Ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου», ὃ πολλοὶ μὲν τῶν προφητῶν ἐπεθύμησαν ἰδεῖν· νῦν δὲ αὐτῇ τῇ πειρᾷ τῷ γένει τῶν ἀνθρώπων παρέστησας τὸν ὕψιστον δι' ἡμᾶς τοσοῦ τον ὥστε βρέφος γενέσθαι ταπεινούμενον· οὔτε γὰρ ἄλλως σῶσαι τὸν φθαρέντα πηλὸν ὁ κεραμεύς, ἀλλ' αὐτὸς αὐτῷ συναναφυρεὶς ἔμελλεν. «Εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν», ἀλλὰ πάντων, ἐπειδὴ πάντων ὑπ άρχων δημιουργὸς πᾶσι προέθηκας τὸ τῆς σωτηρίας ἀναγκαίως μυ στήριον. «Φῶς εἰς ἀποκάλυψιν ἐθνῶν καὶ δόξαν λαοῦ σου Ἰσραήλ»· πρότερον τὰ ἔθνη φωτίζεται καὶ μετὰ τοῦτο Ἰσραὴλ δοξάζεται· ἐτέχθη γὰρ οὗτος ἐφ' οὗ πρῶτοι μὲν οἱ ἔσχατοι, ἔσχατοι δὲ οἱ πρῶτοι, τὰ πρεσβεῖα τῶν ἔμπροσθεν διὰ ῥαθυμίαν ζημιωθέντων, γεγόνασιν.

8 «Καὶ ἦν ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ θαυμάζοντες ἐπὶ τοῖς λαλουμένοις περὶ αὐτοῦ.» Τίνος χάριν πατέρα τὸν Ἰωσήφ, ὦ τῆς θείας γενεαλογίας εὐαγγελιστὰ καὶ συγγραφεῦ, καλεῖς; Αὐτὸς γὰρ εἰπόντα τὸν Γαβριὴλ πρὸς τὴν παρθένον ἀπέδειξας, ἡνίκα πῶς ἡ σύλληψις ἔσται καὶ τίνα τρόπον ἡ παρθένος τέξε ται μεθωδεύετο· «Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι.» - «Οὐκ ἐπιλέλησμαι τῶν ἐμαυτοῦ», φησίν· «εἰ γὰρ καὶ λήθην ἐλάμβανον, τὸ Πνεῦμα ἂν ἐμίμνησκεν. Ἀλλ' οὕτω τότε καλεῖσθαι τὸν Ἰωσὴφ ὁ σαρκωθεὶς ἐβούλετο, ὅπως ἀπατηθῇ ὁ ἐνεδρεύων τὸ τῆς σωτηρίας τῆς ἡμετέρας μυστή ριον.» «Ἐθαύμαζον δὲ ἐπὶ τοῖς λεγομένοις περὶ αὐτοῦ», ἐπειδὴ βρέφος ὁ πρεσβύτης ἐβάσταζεν, θεοῦ δὲ ὕμνους ἐφθέγγετο. «Καὶ εὐλόγησεν αὐτοὺς Συμεών»· ἐχρῆν γὰρ εὐλογεῖσθαι τοὺς τὴν εὐλογίαν τοῖς ὑπὸ κατάραν πράττουσιν διακονήσαντας.

9 «Καὶ εἶπεν πρὸς Μαριὰμ τὴν μητέρα αὐτοῦ· ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραήλ»· οὗ τος γάρ ἐστι περὶ οὗ Πέτρος ἀναλαβὼν τὴν Ἠσαΐου προφητείαν ταῖς ἐκκλησίαις ἐπέστελλεν· «Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον ἀκρο γωνιαῖον, ἐκλεκτόν, ἔντιμον, καὶ ὁ πιστεύων ἐπ' αὐτῷ» οὐ καται σχυνθήσεται. Εἶτα ἐπιφέρει τὴν προφητείαν ἑρμηνεύων καὶ σύμ φωνα τῷ Συμεὼν φθεγγόμενος· «Ὑμῖν οὖν ἡ τιμὴ τοῖς πιστεύου σιν· ἀπιστοῦσιν δὲ λίθος ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας καὶ λίθος προσκόμματος καὶ πέτρα σκανδάλου· ὅσοι προσκόπτουσιν, τῷ λόγῳ ἀπειθοῦντες.» Οὐκ οῦν εἰς πτῶσιν τοῖς ἀπίστοις ἔκειτο καὶ τοῖς πιστοῖς εἰς ἀνάστασιν· ἐκεῖνοι γὰρ ἑστάναι κατὰ τὸν νόμον δοκοῦντες ἑαυ τοὺς τῇ ἀπιστίᾳ κατέβαλον· οὗτοι δὲ διὰ τὸ πλῆθος τῶν ἁμαρ τημάτων μεταξὺ τῶν πεπτωκότων ὑπάρχοντες, τῇ βακτηρίᾳ τῆς πίστεως προσδραμόντες, ἑαυτοὺς ἐξανέστησαν.

10 «Ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ καὶ εἰς σημεῖον ἀντιλεγόμενον.» Τί τοῦτο; - Τὸν σταυρόν· ἐκεῖνο γὰρ τὸ σημεῖον, ἐπειδὴ