2
Θυμομαχήσας δὲ κατ' αὐ τοῦ ὁ Ἡρῴδης εἶπεν τοῖς μεγιστᾶσιν αὐτοῦ· «Ἐπειδὴ περιέθηκα αὐτῷ πλείστην τιμὴν καὶ ἐποίησα αὐτὸν ἑκατόνταρχον, διὰ τοῦτο οἴεται εἶναί τι, μηδὲν ὤν. Ἐκδύσατε οὖν αὐτὸν τὴν χλα μύδα, καὶ τὸν μανιάκην ἀφέλετε ἀπ' αὐτοῦ, καὶ τὴν σπάθην ἄρατε ἀπὸ τῆς ὀσφύος αὐτοῦ, ὅτι ἔδειξεν αὐτὸν ἀκαθοσίωτον, καὶ ἐμβά λετε αὐτὸν εἰς τὴν ἐσωτέραν φυλακήν, περιθέντες αὐτῷ κλοιὰ στι βαρὰ κατὰ τοῦ τραχήλου καὶ τῶν μέσων, μέχρις οὗ ἐπινοήσω αὐ τῷ βασάνους πολλάς. Καὶ μετὰ τοῦτο κελεύσω τὴν κεφαλὴν αὐ τοῦ ἀποτμηθῆναι.»
5 Καὶ εὐθέως τῇ ὥρᾳ ἐκείνῃ ἐξέθετο δόγμα τοιοῦτον, λέ γων τοῖς ἑαυτοῦ στρατιώταις· «Τὰ νήπια τὰ ἐν Βηθλεὲμ "3ἀπὸ διετοῦς καὶ κατωτέρω"3 ἕως αὐθημερινοῦ ἀνέλετε αὐτά.» Καὶ ἐξ ῆλθον οἱ στρατιῶται κατὰ τὸ δόγμα τοῦ βασιλέως καὶ ἀνεῖλον πάντα τὰ νήπια. Ὁ δὲ Ἡρῴδης, θυμομαχῶν διὰ τὸν σωτῆρα ὅτι ἐνεπαίχθη ὑπὸ τῶν Μάγων, μετακαλεσάμενος τὸν ἅγιον Λογγῖνον, προκαθίσας ἐπὶ τοῦ βήματος ἐκέλευσεν αὐτὸν ἀχθῆναι. Ἀγομένου δὲ αὐτοῦ, εἶδεν ὁ βασιλεὺς μανιάκην χρυσοῦν περὶ τὸν τράχηλον αὐ τοῦ καὶ χλαμύδα βασιλικὴν περικειμένην τῷ ἁγίῳ καὶ σπάθην πε ρὶ τὴν ὀσφῦν αὐτοῦ· ἔβρυξεν δὲ ὡς λέων καὶ ἐμαίνετο ὡς θηρίον κατὰ τῶν μεγιστάνων αὐτοῦ, λέγων· «Οὐχὶ εἶπον ὑμῖν, ὦ κάκισ τοι στρατιῶται, ἄρατε ἀπ' αὐτοῦ τό<ν> τε μανιάκην καὶ τὴν σπάθην καὶ τὴν ἐσθῆτα;»
6 Καὶ εἶπαν οἱ μεγιστᾶνες πρὸς τὸν βασιλέα· «Μὰ τὴν σὴν ὑγίειαν, βασιλεῦ, κατὰ τὸ σὸν πρόσταγμα ἐποιήσαμεν, καὶ ἀπο δύσαντες αὐτὸν οὕτως ἐβάλομεν εἰς τὴν φυλακήν· πόθεν δὲ αὐτῷ ἡ στολὴ αὕτη ἢ τίς ὁ ἐνδύσας αὐτόν, ἡμεῖς οὐκ οἴδαμεν.» Ὁ δὲ Ἡ ρῴδης εἶπεν πρὸς τὸν ἅγιον Λογγῖνον· «Ἄθλιε, ὁ ἑαυτὸν ἀπὸ δό ξης καταβαλών, ὁμολόγησόν μοι πρὸ βασάνων τίς ἐστιν ὁ ἐνδύσας σε τὴν στολὴν ταύτην.» Ὁ δὲ ἅγιος Λογγῖνος εἶπεν· «Ὡς ἐπ' ἀληθείας λέγω καὶ οὐ ψεύδομαι, οὐκ ἔλαβον παρ' ἑτέρου τινὸς εἰ μὴ παρὰ τοῦ αἰωνίου βασιλέως Ἰησοῦ Χριστοῦ.» Εἶπεν δὲ ὁ Ἡρῴδης· «Οὗτός ἐστιν ὁ ἐνδύσας σε τὴν στολὴν ταύτην;» Ὁ δὲ ἅγιος Λογγῖνος εἶπεν· «Αὐτὸς ἀπέστειλεν τὸν ἄγγελον αὐτοῦ καὶ πε ριέθηκέν μοι τὴν ἐσθῆτα ταύτην καὶ ἐσφραγίσατό με τῇ σφραγῖδι τοῦ αἰωνίου βασιλέως Ἰησοῦ Χριστοῦ.»
7 Ὁ δὲ Ἡρῴδης εἶπεν τοῖς μεγιστᾶσιν αὐτοῦ· «Ἐπειδὴ μάλα ψεύδεται, οἰόμενος παρὰ τοῦ βασιλέως αὐτοῦ δεδωρῆσθαι τὰ προσόντα αὐτῷ, ἐπάραντες οὖν ἀπ' αὐτοῦ τὴν ἐσθῆτα τὴν πε ρικειμένην αὐτῷ πυρὶ κατακαύσετε.» Οἱ δὲ μεγιστᾶνες προσ ῆλθον ποιῆσαι τὸ προσταχθὲν αὐτοῖς καὶ οὐδὲν ηὕρισκον ψηλα φῆσαι ἢ ἀφελεῖν ἀπ' αὐτοῦ. «Τί», εἶπαν οὖν οἱ μεγιστᾶνες πρὸς τὸν βασιλέα, «ἰδοὺ ὡς σκιὰν ὁρῶμεν περιβεβλῆσθαι αὐτῷ τὴν ἐσθῆτα, καὶ οὐ δυνάμεθα ἆραί τι ἀπ' αὐτοῦ.» Εἶπεν δὲ Ἡρῴδης· «Μὰ τὴν Ἀδραστείαν τὴν ἐν ἀνθρώποις, νῦν ἐπίσταμαι ὅτι μά γος ἐστὶν ἐν τῷ τὸ περιβόλαιον ἀφανὲς καθιστᾶν.» Ὁ δὲ ἅγιος Λογγῖνος εἶπεν· «Μὰ τὸν ἐπουράνιον βασιλέα τὸν κατελθόντα νῦν ἐκ τῶν οὐρανῶν, τί ἐστιν μαγεία οὐκ οἶδα· καὶ γὰρ καὶ αὐτὸς μισεῖ τοὺς μάγους καὶ τοὺς φαρμάκους. Καὶ πῶς ἐγώ, δοῦλος αὐτοῦ ὤν, δύναμαι κεκτῆσθαι καρδίαν ῥυπαρὰν μαγείας καὶ δόλου; Ἀλλὰ εἶπόν σοι ὅτι δύναμις θεοῦ περιήστραψέν με καὶ αὕτη με φυλάττει.»
8 Ὁ δὲ Ἡρῴδης, ταραχθεὶς ἐπὶ ταῖς ἀποκρίσεσιν Λογγίνου, προσέταξεν τοῖς ἑαυτοῦ στρατιώταις πλουμβατίζεσθαι αὐτόν. Ὁ δὲ ἅγιος Λογγῖνος εἶπεν· «Νῦν ἀναπέπαυμαι πάσχων ὑπὲρ τοῦ ὀνόματος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, αὐτοῦ φίλος γενόμενος καὶ ὑπ' αὐτοῦ ἀγαπηθείς· πολλῷ γὰρ φόβῳ ἤμην κατ εχόμενος διὰ τὰς κακομηχανίας σου.» Ὁ δὲ Ἡρῴδης βρύξας τοὺς ὀδόντας κατὰ τοῦ Λογγίνου λέγει τοῖς μεγιστᾶσιν αὐτοῦ· «Λογγῖνον τὸν ἀκαθοσίωτον στρατιώτην εἰς τρία κεντήματα βαλόντες τοῦ ξύλου, περίθετε αὐτῷ σίδηρα βαρέα, ὅπως τηκό μενος καὶ διασπώμενος ἀτονήσῃ τῇ δυνάμει καὶ τῷ κάλλει δυσ ειδὴς γένηται, ἵνα ἰδόντες αὐτὸν στενάξωσιν πάντες οἱ ἄνθρωποι οἱ γνωρίζοντες αὐτὸν τὸ πρῶτον.»