1

 2

 3

2

κτον ἔδειξα. «Σαούλ, Σαούλ, τί με διώκεις;» Αἰσχύνου τοῦ Ἀβραὰμ τὴν σκηνὴν καὶ τοῦ βωμοῦ τοῦ Ἰσαὰκ μνημόνευε, τοῦ Ἰακὼβ τὴν πάλην ταῖς μνήμαις ἀναλάμβανε. Ἵνα τί τῇ λήθῃ τοὺς Ἰωσὴφ ὀνείρους παρέδωκας; Πῶς οὐκ ἐντρέπει τοῦ Μωυσέως τὴν ῥάβδον, τὴν Ἠλίου μηλωτήν, τὴν ἀνδρείαν Ἐλισαίου; Ἐμοὶ τύποι ταῦτα, αἱ τούτων προφητεῖαι περὶ ἐμοῦ τυγχάνουσιν. «Σαούλ, Σαούλ, τί με διώκεις;» Ἐγὼ Ἰερεμίᾳ τὴν βακτηρίαν τὴν καρυΐνην ἔδειξα· ἐγὼ Ζαχαρίᾳ τὴν λυχνίαν ἐζωγράφησα τὴν χρυσῆν· ἐγὼ τὸν ἄτμητον λίθον τῷ ∆ανιὴλ ὑπέδειξα· ἐγὼ τῷ Ἰωνᾷ τοῦ κήτους τὴν κοιλίαν ἐπλά-τυνα· ἐμὲ τῶν χερουβὶμ ἡνίοχον Ἰεζεκιὴλ ὁ μέγας ἐθεάσατο· ἐγὼ τὸ πολυθρύλητον Ἠσαΐου εἰμὶ πρόβατον.

4 «Σαούλ, Σαούλ, τί με διώκεις;» Πρόσσχες ποῦ τὰ τόξα τείνεις· «Ἐμοὶ γὰρ ὁ οὐρανὸς θρόνος, ἡ δὲ γῆ ὑποπόδιον.» Ποῦ τὰ βέλη πέμπεις; «Ἐγὼ γὰρ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί.» Πρὸς τίνα βάλλεις τοὺς λίθους; Ἐγὼ «ἐμέτρησα τῇ χειρὶ τὸ ὕδωρ καὶ τὸν οὐρανὸν σπιθαμῇ καὶ πᾶσαν τὴν γῆν δρα κί.» Κατὰ τίνος τὴν γλῶσσαν ὁπλίζεις; Ἐγὼ τῶν μογιλά λων τρανῶ τὰς γλώσσας, ἐγὼ δύσκωφον ἐποίησα <καὶ> κω φόν, ἐγὼ βλέποντα καὶ τυφλὸν ἐκεράμευσα. Ὅρα τίνα πλάνον καλεῖς· «Ἐγὼ ὁράσεις ἐπλήθυνα καὶ ἐν χερσὶν προφητῶν ὡμοιώ θην.» «Σαούλ, Σαούλ, τί με διώκεις;» Ἐμὲ γὰρ ὁ ∆αυὶδ ψάλλει, σὺ δὲ λοιδορεῖς· ἐκεῖνος ὑμνεῖ, σὺ δὲ βλασφημεῖς· ἐκεῖ νος κιθαρίζει, σὺ δὲ λακτίζεις· ἐκεῖνος τινάσσει τὰς χορ δάς, σὺ δὲ τοῖς ὅπλοις κέχρησαι. «Σαούλ, Σαούλ, τί με διώκεις;» Τί με τοῖς ἐμοῖς πολεμεῖς, τοῦ νόμου προασπίζεις καὶ κατ' ἐμοῦ στρατεύεις, δι' ἐμὲ τρέχεις καὶ τοὺς ἐμοὺς κολάζεις; Τὴν ἐμὴν δόξαν ἐκδικεῖς, ἀλλ' ἀγνοεῖς τὸ πόθεν ἅψασθαι χρὴ τῆς μάχης, πόθεν ἥκει συγκροτῆσαι πόλεμον.»

5 Ταῦτα πρὸς τὸν Σαῦλον ὁ Χριστός· αὐτὸς δὲ ἀποκρίνεται καὶ λέγει· «Τίς εἶ, κύριε;» Ἀγαθὸς ὁ τοῦ Παύλου ζῆλος, ἐπειδὴ κληθεὶς παραχρῆμα ὑπήκουσεν. Ἐδέξατο τὸν λόγον καὶ παραχρῆμα τῆς ἀξίας τοῦ λαλοῦντος ᾔσθετο καὶ ἔλεγεν· «Τίς εἶ, κύριε;» τῇ γὰρ αὐγῇ πεπλήρωμαι, ἑάλων τῷ φωτί, δεσμώ της τῆς ἀκτῖνος γεγένημαι. «Τίς εἶ, κύριε;» Ποθῶ γάρ σου τὸ κάλλος ἰδεῖν, ἀναπτῆναι πρὸς τὰς νεφέλας ἐπείγομαι, μαθεῖν ἐπι θυμῶ πόθεν τοῦτο τὸ «τῆς δόξης ἀπαύγασμα», τίς ὁ τῆς τοσαύ της «χαρακτὴρ ὑποστάσεως», τίς οὗτος ὁ «φέρων τὰ πάντα τῷ ῥήματι τῆς οἰκείας δυνάμεως». «Τίς εἶ, κύριε;» Ἤκουσα γάρ σου τῆς φωνῆς καὶ τοῦ νόμου κεκόρεσμαι, οὐκέτι μοι τοῦ νόμου πόθος, οὐκέτι κιβωτὸν ἐθέλω χρυσόξυλον εἶναι, ποθῶ φάτνην ἁγνὴν ἅπασαν βασιλικὴν χρυσόδωρον.» Πάντων τῶν αἱρετικῶν οἱ παῖδες αἰσχυνέσθωσαν καὶ τὰ τῶν αἱρετικῶν ἐντρε πέσθωσαν στόματα. Ἰδοὺ γὰρ κληθεὶς ὁ Παῦλος οὐ πολυπραγμο νεῖ ἀλλὰ μόνον πιστεύει, προσκυνεῖ καὶ οὐ μάχεται, ὑμνολογεῖ καὶ ἡ μέμψις ἀπήλλακται. «Τίς εἶ, κύριε;» φησίν. Οὐκ ἂν δὲ κύριον ἐκάλει, εἰ μὴ θεοῦ τοῦ καλοῦντος ᾐσθάνετο. Ὃν δὲ θεὸν ᾔδει ποιητὴν ὡμολόγει, ὃν ὡμολόγει ποιητὴν ἀπαθῆ κατ ήγγελλεν, ἄφθαρτον εἶχεν. Ἔσεβεν ὡς ἀθάνατον ἐκεῖνον οὗ τὸν σταυρὸν ᾔδει καὶ τὸν τάφον ἐγίνωσκεν. Οὐκ ἠγνόει τοὺς κολάφους, τὴν λόγχην τῆς πλευρᾶς, τὰ ῥαπίσματα.

6 Τί δὲ ὅμως πρὸς αὐτὸν ὁ Χριστός; «Ἐγώ εἰμι Ἰησοῦς ὁ Ναζωραῖος ὃν σὺ διώκεις.» Σύντομον τῆς πεύσεως τὴν ἀπό κρισιν λαμβάνει· «Ἐγώ εἰμι Ἰησοῦς ὁ Ναζωραῖος ὃν σὺ διώκεις», ἐγώ εἰμι Ἰησοῦς ὁ ποτὲ καὶ νῦν, ὁ πρὸ πάντων καὶ μετὰ πάντας, ὁ ἐν ἀρχῇ καὶ ἐπ' ἐσχάτων, ὁ τοῦ ∆αυὶδ υἱὸς ἀλλ' αὐτὸς πρὸ ∆αυίδ, ὁ ἐξ Ἀβραὰμ ποιητής, ὁ ἐξ Ἀδὰμ ἀλλ' αὐτὸς τὸν Ἀδὰμἐκεράμευσεν, ἐξ Ἰσαὰκ ἀλλ' αὐτὸς τοῦ Ἰσαὰκ τὸν βωμὸν ἐστε-φάνωσεν, ἐξ Ἰακὼβ ἀλλ' αὐτὸς ἐπὶ τῆς κλίμακος τοῖς δήμοις τῶν ἀγγέλων κυκλούμενος ἐθεάσατο. «Ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις», ἀλλὰ διώκων οὐ φθάνεις· ποῦ γὰρ ἢ πῶς θηρά σεις «τὸ τῆς δόξης ἀπαύγασμα»; Ποία σαγήνη χωρῆσαι τὸν «χαρακτῆρα τῆς ὑποστάσεως» δύναται; Τίς ἐπιλαβέσθαι χειρὶ