1

 2

 3

2

συστήματα. Ἐκεῖνον πατέρα καὶ γεωργὸν νομίζουσιν, ἐκείνου τοῖς τύποις τοὺς ἑαυτῶν βίους ῥυθμίζουσι καὶ τὸν ἀπόντα διὰ τῆς φυλακῆς τῶν νόμων παρεῖναι νομίζουσι. Λόγος εἷς τῶν ἐκ διαδοχῆς παιδευθέντων σῳζόμενος ἱκανὸς πολιτείαν τὴν ἐκ φιλοσοφίας συστήσασθαι. Λεγέτω περὶ αὐτοῦ καὶ Ἠσαΐας ὁ προφήτης· «Μακάριος ὃς ἔχει σπέρμα ἐν Σιὼν καὶ οἰκείους ἐν Ἰερουσαλήμ.»

6 Λεγέσθω περὶ Ἀντωνίου καὶ ταῦτα τῆς Ἰερεμίου προφητείας τὰ ῥήματα· «Πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ, ἐπίσταμαί σε καὶ πρὸ τοῦ <σε> ἐξελθεῖν ἐκ μήτρας ἡγίακά σε»· τὴν γὰρ ἁγιωσύνην ὡς σύντροφον ἐπετήδευε. Κλῆρον ἐκ μήτρας τὴν ἁγίαν ἐκέκτητο ταπείνωσιν καὶ φιλοσοφίας ἀρχὴν τὴν σωφροσύνην τὴν διὰ Χριστοῦ ἔθετο. ∆εῦρο καὶ τοῦτον ἐκ τῆς τοῦ Ἰὼβ ἱστορίας ἐνδύσωμεν τῇ κεφαλῇ τοῦ δικαίου τὸν στέφανον· «Ἄνθρωπος γὰρ ἦν ἐν χώρᾳ τῇ» κατ' Αἴγυπτον, ὄνομα Ἀντώνιος, «ἄνθρωπος ἄμεμπτος, ἀληθινός, θεοσεβής, δίκαιος, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος» καὶ «ἦν ὁ ἄνθρωπος ἐκεῖνος εὐγενὴς τῶν ἀφ' ἡλίου ἀνατολῶν.» Ἡλίου ποίου; -Τοῦ τῆς δικαιοσύνης· ἐκείνου γὰρ ἀνατολαὶ ὑπῆρχον οἱ ἀπόστολοι, ὧν τὴν συγγένειαν Ἀντώνιος εἶχε· ἡ περιβολὴ τῆς εὐγενείας τοῦ πνεύματος καλείσθω.

7 Καὶ Σολομών τι περὶ τοῦ δικαίου τούτου καὶ αὐτὸς παροι-μιάσασθαι δύναται· «Μέγα ἄνθρωπος καὶ τίμιον ἀνὴρ ἐλεήμων, ἄνδρα δὲ πιστὸν ἔργον εὑρεῖν.» Εὕραμεν τοίνυν, εὕραμεν ἡμεῖς τὸν τῷ σοφῷ ζητούμενον, ἀλλ' ὁ μὲν ἔλεγεν ἄνδρα πιστὸν εὑρεῖν, Παῦλος δὲ οὐχ οὕτως. Ἀλλὰ τί φησιν; - «Οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας», Ἀντώνιον καὶ τοὺς ἐκείνου ζηλωτὰς αἰνιττόμενος· οὗτος γὰρ τὰς βασιλείας τοῦ κόσμου, δόξαν, τιμήν τε καὶ πλοῦτον ὑπερφρονῶν κατεπάλαισεν, «ἐπέτυχεν ἐπαγγελιῶν» τοῦ μέλλοντος, «ἔφραξε στόματα λεόντων» τῶν ἡδο νῶν, «ἔφυγε τὰ στόματα μαχαίρας» τὴν ἔξωθεν σοφίαν, «ἐνεδυναμώθη ἀπὸ ἀσθενείας» τῆς ἀκρατείας, «ἐγενήθη ἰσχυρὸς ἐν πολέμῳ» τῷ πρὸς τὸν διάβολον, «παρεμβολὰς ἔκλινεν ἀλλοτρίων» τῶν δαιμόνων. «Ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν» ὅσαι μητέρες ἁμαρτωλοὺς παῖδας τῷ δικαίῳ προσήνεγκαν.

8 Ἀλλὰ μὴν καὶ «ἐτυμπανίσθη», «ἐν φόνῳ μαχαίρας ἀπέθανε», «δεσμῶν καὶ φυλακῆς» «καὶ μαστίγων πεῖραν ἔλαβεν», «ἐλιθάσθη, ἐπρίσθη»· πολλῶν γὰρ ταῦτα πασχόντων δι' εὐσέβειαν, αὐτὸς πᾶσιν ὡς πατὴρ πάντων συνέπασχε· «περιῆλθεν ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασι», ζηλῶν τὸν Ἠλίαν ἐν πραότητι· «ὑστερούμενος» τῇ σαρκὶ καὶ «θλιβόμενος», ὁδὸν γὰρ εἶναι τὰς θλίψεις τῆς τῶν οὐρανῶν βασιλείας ἐγίνωσκε· «κακουχούμενος», ἐπειδὴ μᾶλλον ἐβούλετο «συγκακουχεῖσθαι τῷ λαῷ τοῦ θεοῦ» Ἀντώνιος «ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν.» «Οὐκ ἦν αὐτοῦ ἄξιος ὁ κόσμος»· τοιγαροῦν ἔτι ζῶν ἑαυτὸν εἰς οὐρανὸν μετέστησεν. Ἔπειτα δὲ τὸ πολὺ σῶμα τῶν προφητῶν διέλθωμεν. Χριστὸς ἡ κεφαλὴ σφραγιζέτω τὰ ἐν χερσὶν ἐγκώμια, ἔτι καὶ νῦν λέγων· «ἡ βασιλεία τῶν οὐρανῶν βιαστή ἐστι καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν»· ἔτηκεν γὰρ Ἀντώνιος τὸ σῶμα, ἐχαλίνου τὴν ψυχήν, ἐκόλαζε τὰς ἡδονάς, ἀπείχετο τρυφῆς, ἀφείδετο κόρου, ὕπνῳ τοσοῦτον ὅσον ὠφελεῖν τὴν φύσιν ἐκέχρητο, βδελυκτὴν τῆς πορνείας καὶ τὴν προσηγορίαν ἐνόμιζεν, ὀλίγα τῆς γῆς ἀπήλαυσεν. Ὅλος δὲ εἰς οὐρανὸν ἦν, ὅλος τῆς ἄνω ζωῆς, ζημίαν τὰ ἐνταῦθα ἡγούμενος. Μόναις ἔζη ταῖς ἀρεταῖς, νεκρὸς ὑπάρχων τοῖς πάθεσι.

9 Παίγνιον εἶχε τὸν ἐχθρόν, ἐπὶ τοὺς πόδας αὐτοῦ ὁ διάβολος ἔπιπτεν. «Ἐπ' ἀσπίδα καὶ βασιλίσκον» τεθαρρηκὼς «ἀνέβαινεν, λέοντα» τὸν νοητὸν «κατεπάτει καὶ δράκοντα.» Κέρδος ἡγεῖτο τοὺς πειρασμούς, τὰς θλίψεις ἐμπορίας. Ἐνόμιζε τὴν χαρὰν ἐν τῷ πενθεῖν τὰς ἁμαρτίας, τὸν πλοῦτον ἐν τῷ πένεσθαι. Πάντα εἶχεν, ἐπειδὴ μηδὲν εἶχεν. Πάντων ἦν κύριος· οὐδενὶ γὰρ ἐδούλευε. Πάντων ὑπερεφρόνει· οὐδενὸς γὰρ ἐδέετο. Οὗ καὶ ἡμεῖς εἰς ζῆλον αὐτοῦ ἔλθωμεν ὅσοι τε ἐν τῇ πανηγύρει αὐτοῦ