1

 2

 3

2

Λουκᾶς ὁ ἰατρός»· τῷ ὄντι γὰρ ψυχικός ἐστιν ἰατρὸς ὁ Λουκᾶς. Θέλεις ἰδεῖν τούτου τὸ ἐργαστήριον; Βλέπε τὸν οὐρανόν. Θέλεις ἰδεῖν αὐτοῦ τὴν ἰατρείαν; Βλέπε τὴν οἰκουμενικὴν αὐτοῦ περιοδείαν. Θέλεις ἰδεῖν αὐτοῦ τὴν φαρμακοθήκην; Βλέπε τὴν χειρουργίαν τῶν ἰουδαϊκῶν γλωσσῶν. Θέλεις ἰδεῖν αὐτοῦ τὰς βοτάνας; Βλέπε τὰς διαφόρους ἰάσεις. Θέλεις ἰδεῖν οὓς περιοδεύει ἀρρώστους; Βλέπε τοὺς γειτονεύοντας αἱρετικούς. Ἔνθεν μὲν γὰρ οἱ τὸ Πνεῦμα ἀθετοῦντες βλασφημίαν ἀρρωστοῦσιν, κἀκεῖθεν οἱ τὸν Υἱὸν ἀθετοῦντες ἀθεΐαν νοσοῦσιν, ἀλλ' ἑκατέροις καθάπερ ἰατρὸς ἐπι τάττει τὰ πρόσφορα, τούτοις λέγων· «Μὴ λυπεῖτε τὸ Πνεῦμα τὸ ἅγιον», κἀκείνοις βοῶν· «Ὁ μὴ τιμῶν τὸν Υἱὸν οὐδὲ τὸν Πατέρα τιμᾷ». Ὄντως μέγας ἰατρὸς ὁ Λουκᾶς.

6 Καὶ θέλεις ἰδεῖν αὐτοῦ τὴν τέχνην; Βλέπε τὸ θεῖον εὐαγγέλιον· οἱ μὲν γὰρ ἄλλοι εὐαγγελισταὶ μονότροπον ἐποιήσαντο τὴν διήγησιν. Οἷόν τι λέγω· Μαθθαῖος ἐκ τῆς κατὰ σάρκα γενεαλογίας ἤρξατο εἰπών· «Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ υἱοῦ ∆αυίδ, υἱοῦ Ἀβραάμ». Ὁ Μᾶρκος καὶ αὐτὸς τὴν κατὰ σάρκα οἰκονομίαν ἐκήρυξεν εἰπών· «Ἦλθεν ὁ Ἰησοῦς ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας.» Ἰωάννης δὲ ὁ εὐαγγελικὸς ἀετός, ἡ θεολόγος λύρα, μόνην τὴν ἄναρχον καὶ ἀμάρτυρον γέννησιν ἐκήρυξεν καὶ τὴν συναΐδιον ὕπαρξιν. Καὶ ἐμφραττέσθω τῶν φιλολοιδόρων τὰ στόματα, ὅτι μόνος ἐκ μόνου ἐγεννήθη καὶ ἀμάρτυρος ἡ ἄνω γέννησις. Χρόνος μὲν γὰρ οὐ παρῆν· αὐτὸς γάρ ἐστι πάντων τῶν αἰώνων δημιουργός. Ἄγγελος οὐ παρῆν· αὐτὸς γάρ ἐστιν «ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πῦρ φλέγον.» Οὐρανὸς οὐ παρῆν· «Τῷ γὰρ Λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν.» Ἥλιος οὐ παρῆν· αὐτὸς γὰρ ὑπάρχει «ὁ τῆς δικαιοσύνης ἥλιος». Σελήνη οὐ παρῆν· «Σελήνην γὰρ καὶ ἀστέρας αὐτὸς ἐθεμελίωσεν.» Γῆ οὐ παρῆν· αὐτὸς γὰρ εἶπεν· «Συναχθήτω τὰ ὕδατα καὶ ὀφθήτω ἡ ξηρά.» Ἀμάρτυρος οὖν ἡ ἄνω γέννησις, θεία καὶ ἀπερινόητος, ἐπειδὴ μόνος οἶδεν ὁ Πατὴρ πῶς ἐγέννησεν, καὶ ὁ Υἱὸς πῶς ἐγεννήθη. Ὁ τοίνυν Ἰωάννης μόνος τὴν ἄναρχον γέννησιν καὶ τὴν συναΐδιον ὕπαρξιν ἐκήρυξεν.

7 Ὁ δὲ μακάριος Λουκᾶς, ὁ τῶν εὐαγγελιστῶν ἐξαίρετος καὶ τοῦ θαυμαστοῦ τούτου λίθου καὶ τιμίου μαργαρίτου ἔμπορος, ὁ ἄγρυπνος τῆς πόλεως φύλαξ, ὁ ἔμπειρος τῶν ψυχῶν ἰατρός, τὸ ἀπόρθητον τῶν βασιλέων τεῖχος, ὅλον ὁμοῦ διηγήσατο τὸ μυ-στήριον, τοῦ Γαβριὴλ τὰ εὐαγγέλια, τῆς παρθένου τὴν εὐλάβειαν, τοῦ ἁγίου Πνεύματος τὴν ἐπιφοίτησιν, τὴν τοῦ θεοῦ μορφήν, τὴν ἀπαθῆ κένωσιν τῆς θεότητος, τὸ ἄτρεπτον τῆς ἐνανθρωπήσεως καὶ ἀσύγχυτον, τῆς παρθενίας τὸ ἄσυλον, τῆς συλλήψεως τὸ αὐτοσχέδιον, τοῦ τόκου τὸ ἄφθορον, τὸν τοῦ ἀγγέλου εὐαγγελισμὸν πρὸς τὴν παρθένον εἰπόντος· «Χαῖρε, κεχαριτωμένη, ὁ κύριος μετὰ σοῦ.»

8 Ὢ ἀσπασμὸς οὐδενὶ ἄλλῳ ἁρμόσας, εἰ μὴ μόνῃ τῇ ἁγίᾳ παρθένῳ. Ἔτεκεν Εὔα ἀλλ' ἐν λύπαις, ἔτεκε Σάρρα ἀλλ' ἐν πόνῳ, ἔτεκε Ῥεβέκκα ἀλλ' ἐν στεναγμοῖς, ἔτεκεν Ἅννα ἀλλ' ἐν δάκρυσιν, ἔτεκεν Ἐλισάβετ ἀλλ' ἐν φθορᾷ, πᾶσαι ἐν λύπαις ἔτεκον ἐπειδὴ πᾶσαι μετὰ φθορᾶς συνέλαβον. Σὺ δὲ μόνη χαῖρε, ἡ πύλη τοῦ θεοῦ καὶ μυστηρίου νεφέλη. Σὺ μόνη χαῖρε, ὁ ἀστενοχώρητος τοῦ ἀπεριγράπτου ναός. Σὺ μόνη χαῖρε· ὁ γὰρ ἐκ σοῦ σαρκούμενος «ἀφεῖλε πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου». Σὺ μόνη χαῖρε, ἡ μήτηρ καὶ οὐρανός, ἡ κόρη καὶ νεφέλη, ἡ παρθένος καὶ θρόνος· ὡς γὰρ μήτηρ ἔτεκες τὸν ἐκ σοῦ καὶ πρὸ σοῦ καὶ μετὰ σοῦ, ὡς δὲ παρθένος συνέλαβες Λόγον καὶ ὤδινες μυστήριον, ὡς θρόνος ἐν γαστρὶ ἐβάστασας ὃν κατ' οὐσίαν οὐ περιγράφει τις.

9 ∆ιὰ τοῦτο ὁ προφήτης Ἠσαΐας τὸ παρθενικὸν ἐκπληττόμενος μυστήριον ἐβόα· «Φωνὴ κραυγῆς ἐκ πόλεως, φωνὴ κραυγῆς ἐκ ναοῦ» ἠκούσθη. Τί δὲ λέγεις, ὦ προφῆτα; Ἀσφαλὲς τὸ αἴνιγμα καὶ βαθὺ τὸ νόημα. «Φωνὴ κραυγῆς ἐκ πόλεως, φωνὴ