2
ἀληθείας ἐραστὴν τούτους ποιοῦμαι. ἔτι δὲ οὐδ' ἀκοῇ ταῦτα πρὸς τῶν παλαιοτέρων παρειληφὼς ἢ φήμαις προσέχων καὶ μύθοις ὑγιὲς οὐδὲν ἔχουσιν, ἐξ ὧν συμβέβηκε τοῖς πολλοῖς τῶν συγγραφέων ἀποπλανηθῆναι τῆς ἀληθείας, ἀλλ' αὐτὸς ἐφ' ἅπασι παρὼν καὶ ὡς ἔνεστι μάλιστα τἀληθῆ περὶ πάντων εἴπερ τις εἰδὼς, οὕτω δὴ ποιήσομαι τὴν περὶ αὐτῶν διήγησιν, τὴν ἀλήθειαν προστησάμενος καὶ πάσης ἄλλης αἰτίας αὐτὴν προτιμήσας. εἰ δὴ σὺ μὲν ἀληθείας ἐραστὴς, ἐμέ τε οὐδέν ἐστι τὸ πεῖσον ταύτης ἀποστῆναι διὰ πάσης τῆς διηγήσεως, ἔχεις ὅπερ ἐπόθεις. ἄξιον δὲ μικρὸν ἄνωθεν ἀναλαβεῖν τὴν σειρὰν τοῦ γένους τῶν βασιλέων, ὡς ἂν εἰδείημεν, τίς ἐκ τίνος ἔφυ, τίνας τε αὐτὸς τετοκὼς τίνα προέστησε βασιλεύειν, τοὺς ἄλλους καταστήσας τελεῖν ὑπ' αὐτόν. 1.11 Ὁ βασιλεὺς τοίνυν Ἀλέξιος, ὁ τὴν ἐπωνυμίαν Ἄγγελος, τῷ Θεοδώρῳ Λάσκαρι τὴν θυγατέρα κατεγγυήσας, τὴν βασίλειον ἀρχὴν παρέπεμψε πρὸς αὐτόν. οὗτος δὲ αὖ πάλιν ἄῤῥενος παιδὸς ἀπορῶν, Ἰωάννῃ τῷ Βατάτζῃ ἐξ ἀρχοντικῆς τάξεως ὄντι Εἰρήνην τὴν θυγατέρα συνέζευξεν, ἀποδείξας καὶ βασιλέα τὸν κηδεστήν. αὐτῷ δὲ Θεόδωρος γεγέννηται παῖς, Ῥωμαίων καὶ αὐτὸς βασιλεύσας. ἐξ αὐτοῦ δὲ γεγέννηται Ἰωάννης, ἐφ' οὗ δὴ τῆς βασιλικῆς τοῦ γένους διατμηθείσης σειρᾶς, ἐπὶ Μιχαὴλ τὸν Παλαιολόγον ἡ βασιλεία μετέβη· ὃς δὴ παῖδας ἐγέννησεν ἄῤῥενας τρεῖς, Ἀνδρόνικον, ὃς καὶ τῶν βασιλικῶν ἐπελάβετο σκήπτρων, καὶ Κωνσταντῖνον τὸν ἐν τῇ πορφύρᾳ τεχθέντα, καὶ τρίτον Θεόδωρον· ἀλλὰ καὶ θηλείας τοσαύτας, Εἰρήνην καὶ Εὐδοκίαν καὶ Ἄνναν. οὗτος δὴ ὁ βασιλεὺς Ἀνδρόνικος ὁ τοῦ Μιχαὴλ βασιλέως παῖς, δυσὶ γάμοις προσομιλήσας, ἐκ μὲν Ἄννης τῆς θυγατρὸς τοῦ τῆς Οὐγκρίας ῥηγὸς, παῖδας ἐγέννησεν ἄῤῥενας δύο, Μιχαὴλ τὸν βασιλεύσαντα σὺν αὐτῷ, καὶ τὸν ἀδελφὸν αὐτοῦ Κωνσταντῖνον δεσπότην ὀνομασθέντα, ὡς καὶ μετὰ τὸν βασιλέα τεχθέντα καὶ τὰ δευτερεῖα φερόμενον ἐπὶ πᾶσιν. ἐκ δὲ τῆς πρὸς δεύτερον γάμον ὁμιλησάσης αὐτῷ Εἰρήνης, τῆς θυγατρὸς μαρκέση Μουμφαρὰ ἄρχοντος Λουμπαρδίας, ἐγέννησεν υἱοὺς τρεῖς, Ἰωάννην, Θεόδωρον καὶ ∆ημήτριον, καὶ θυγατέρα μίαν τὴν Σιμωνίδα. ὁ δέ γε βασιλεὺς Μιχαὴλ, ὁ τοῦ προῤῥηθέντος Ἀνδρονίκου βασιλέως παῖς, εἰς γάμον ἑαυτῷ συναρμόσας τὴν θυγατέρα τοῦ τῆς Ἀρμενίας ῥηγὸς, παῖδας ἔσχεν ἐξ αὐτῆς τόν τε βασιλέα 1.12 Ἀνδρόνικον καὶ Μανουὴλ τὸν δεσπότην, καὶ θυγατέρας, Ἄνναν καὶ Θεοδώραν. Ἃ μὲν οὖν συμβέβηκεν ἐπὶ τῶν ἀναγεγραμμένων βασιλέων, ἀπὸ τῶν τοῦ Λάσκαρι χρόνων ἄχρι Μιχαὴλ βασιλέως τοῦ τῶν Παλαιολόγων δευτέρου, πολλοῖς ἐγένετο συγγράψασθαι σπούδασμα οὐ μικρόν· ἐξ ὧν αὐτός τε σὺ καὶ εἴ τις ἕτερος βούλοιτο, δυνηθείη ἂν ἀκριβῶς μαθεῖν περὶ τῶν πεπραγμένων· εἴ γε μὴ κἀκεῖνοι, ταῖς προῤῥηθείσαις ἐνσχεθέντες αἰτίαις, τὸ μὲν ἀληθῆ λέγειν εἴασαν χαίρειν, αὐτοὶ δὲ ὅπως ποτὲ ἔτυχον διακείμενοι περὶ ὧν διελέγοντο, οὕτω δὴ καὶ τὴν διήγησιν ἀπέδωκαν τῶν πραγμάτων, ἀρκεῖν αὐτοῖς ἡγούμενοι πρὸς ἀντιμισθίαν τῶν πόνων, ἢ τὸν φιλούμενον ἐπαινέσαι, ἢ τὸν μισούμενον καθυβρίσαι, τῆς δ' ἀληθείας μηδὲν φροντίσαντες. ἐξ ὅτου δ' ὁ βασιλεὺς Μιχαὴλ, τῶν Παλαιολόγων ὁ δεύτερος δηλαδὴ, τοῦ παρόντος ἀπέστη βίου, ἢ οὐδεὶς συνεγράψατο τὰ τοῖν βασιλέοιν ἐξειργασμένα ἔν τε τοῖς εἰρήνης καιροῖς καὶ ἐν οἷς περὶ τῆς ἀρχῆς ἐπολέμησαν πρὸς ἀλλήλους· ἢ εἴγε καὶ συνεγράψατο, οὐκ ἂν οἶμαι καθαρῶς τῆς ἀληθείας αὐτὸν ἐφάπτεσθαι, ἅτε δὴ τῶν πραγμάτων ἀκριβῆ γνῶσιν οὐκ ἐσχηκότα, πολλῶν ἐν ὀλίγῳ χρόνῳ καὶ ποικίλων συνενεχθέντων. διὸ σύ τε καλῶς ἐποίησας παρὰ τοῦ σαφῶς εἰδότος ἐθελήσας μαθεῖν, ἐγώ τε μηδὲν μελλήσας, τὴν διήγησιν ἐκθήσομαι τῶν πραγμάτων, τῆς ἀληθείας προτιμήσας μηδέν. 1.13 αʹ. Ὁ τοίνυν βασιλεὺς οὑτοσὶ Μιχαὴλ, συμβασιλεύων Ἀνδρονίκῳ τῷ βασιλεῖ καὶ πατρὶ, καὶ παῖδας ἐσχηκὼς, καθάπερ εἰπόντες ἔφθημεν, ἄῤῥενας δύο καὶ θυγατέρας τοσαύτας, τὴν μὲν ἑτέραν τῶν θυγατέρων τὴν Ἄνναν Θωμᾷ τῷ δεσπότῃ, τῷ τοῦ Νικηφόρου τοῦ δεσπότου παιδὶ, ἄρχοντι τῆς Ἀκαρνανίας πρὸς γάμον ἐξέδωκε· τὴν Θεοδώραν δὲ τῷ βασιλεῖ Μυσῶν