2
τοῖς ἐκ ∆ακῶν τε καὶ Τριβαλλῶν, τί δ' ετερος τῇ συγκλήτῳ βουλῇ η τῇ πληθύι τῇ δημότιδι δημηγορῶν προσωμίλησε;" τοὺς μὲν ουν τοιαῦτα ελεγον τὰ τῶν ἱστοριῶν ἐκδεδωκέναι συγγράμματα, πεπλατυσμένα δηλαδὴ καὶ πρὸς τὸ φιλοτιμότερον ἀποκλίνοντα, τοὺς δὲ ἀντιθέτως ἐκείνοις διατεθῆναι περὶ τὴν τῶν ἱστοριῶν συγγραφήν, βραχυρρημοσύνῃ χρησαμένους, κἀντεῦθεν περὶ τὰ καίρια ζημιοῦντας τοὺς περὶ τὰ σφῶν ἐσπουδακότας συγγράμματα, ατε καὶ αὐτὰς τὰς καιριωτέρας τῶν πράξεων τῶν ἱστορουμένων παραλελοιπότας ἀνδρῶν, ἐνίας μέντοι καὶ ἐξυμνεῖσθαι δικαίας, βράχιστα δέ τινα περὶ ἐκείνων εἰπόντας, καὶ ταῦτα μήτε τὸ ηθος ἐκείνων η τὴν φύσιν παραδηλοῦντα καὶ τὴν προαίρεσιν, μήθ' οπως τῶν βασιλευσάντων εκαστος τῆς βασιλείας ἐκράτησε, 1.4 μήθ' οστις ην πρὸ ταύτης, μήτ' ἐκ τίνων ἐγένετο. τινὰ δὲ τῶν συγγραμμάτων τούτων καὶ ἀφελεστέρᾳ λίαν ἐκδεδόσθαι προσετίθουν τῇ φράσει, καὶ ἰδιωτικαῖς ἐκφέρεσθαι λέξεσιν η καὶ βαρβάροις ἐνίοτε, συντεθεῖσθαί τε σολοικότερον, ωστε κἀντεῦθεν ἀηδῶς τοὺς λόγοις ὡμιληκότας πρὸς αὐτὰ διατίθεσθαι. τοιαῦτα λέγοντες καὶ ουτω τῶν ἱστορικῶν συγγραμμάτων ὡς ειρηται καθαπτόμενοι, πολλάκις με παρέθηγον τὰς βίβλους ἀνὰ χεῖρας λαβεῖν, καὶ παρεάσαντα τὰ πολλά, ων τὰ μὲν τῇ μνήμῃ προσιζάνειν διὰ τὸ πλῆθος ἀποπεφύκασι, τὰ δ' εἰς οὐδὲν τελευτῶσιν ὀνήσιμον, τὴν δέ γε πεπλατυσμένην ἐπιτεμόντα διήγησιν σύντομον ἱστορίαν ἐκδεδωκέναι συνοπτικῶς διδάσκουσαν τοὺς ἐπιόντας τὸ σύγγραμμα τὰ καιριώτερα τῶν πεπραγμένων η καὶ αλλως συμβεβηκότων τοῖς περὶ ων ἡ συγγραφὴ διαλέγεται. ̓Εκεῖνοι μὲν ουν πρὸς τοιοῦτόν με παρεκίνουν ἀποδύσασθαι πόνημα καὶ τοιοῦδε συγγράμματος αψασθαι· ἐγὼ δὲ τὸ μὲν ἀνειμένος τὴν γνώμην ων, εἰρήσεται γὰρ τἀληθές, καὶ ῥᾳστώνῃ συζῶν, τὸ δὲ καὶ ἀσχολίας συνορῶν τὸ πρᾶγμα δεόμενον καὶ βίβλων πολλῶν, ωκνουν καὶ ἀνεδυόμην πρὸς τὴν ἐγχείρησιν. οἱ δέ με νύττοντες οὐκ ἀνίεσαν, καί ποτε πρὸς τουργον τῇ τῶν νυγμῶν συνεχείᾳ διεγηγέρκασιν. εἰ γὰρ κοιλαίνειν τὸ τῆς πέτρας σκληρὸν καὶ ἀπόκροτον ῥανίδος ἐνδελέχεια δύναται, μᾶλλον αν δυνήσεται λόγος ἐνδελεχὴς τὰ ωτα θυροκοπῶν γνώμης διεγεῖραι ῥᾳστώνην καὶ ἀνειμένην προαίρεσιν. ειτά μοι καὶ ὡς οὐδὲ πρὸς ψυχικὴν ὠφέλειαν ἀκερδὴς ὁ πόνος εσται καὶ ἡ περὶ τὴν συγγραφὴν ἀσχολία ἐλήλυθε κατὰ νοῦν. ἠρεμοῦντι γὰρ τῷ νοῒ μᾶλλον ειωθε τῆς πονηρίας ἐπιπνέειν τὰ πνεύματα, ἐνθυμήσεών 1.5 τε φαύλων καὶ λογισμῶν αλλοτε αλλων ἐπεγείρειν κλυδώνια, καὶ καταβαπτίζειν αὐτὸν τῇ συνεχείᾳ τῶν προσβολῶν, καὶ η πρὸς ἁμαρτίαν ὑπολισθαίνειν ποιεῖν, εἰ καὶ μὴ πράξεσιν, ἀλλά γε συγκαταθέσεσιν, η τέως ζάλην αὐτῷ πολλὴν ἐπικυμαίνειν καὶ τάραχον. εἰ δέ τισιν ὁ νοῦς ἐνησχόληται, διαφεύγειν πέφυκεν ὡς ἐπίπαν τὰς ἐκ τῶν πολλῶν λογισμῶν τρικυμίας καὶ τῶν πονηρῶν ἐνθυμήσεων. διά τε τοίνυν τὴν ἐκ τῶν φίλων παράθηξιν καὶ διὰ τὴν τῶν ῥυπαρῶν η καὶ ματαίων λογισμῶν ἀποσόβησιν προσήγαγον ἑαυτὸν τῷ σπουδάσματι. Ουτω μὲν ουν μοι ἐπιβαλεῖν ἐγένετο τῷ παρόντι συγγράμματι. εἰ δὲ μὴ διηκριβωμένην τὴν περὶ ἑκάστου τῶν ἀναγραφομένων ἱστορίαν ποιήσομαι, νέμειν μοι συγγνώμην αἰτῶ τοὺς ἐντευξομένους αὐτῇ· ουτε γὰρ βίβλων ισως μοι εὐπορῆσαι γενήσεται οσαι μοι χρειώδεις εἰσὶ πρὸς τὸ σύγγραμμα, παρὰ τῇ ἐσχατιᾷ ταύτῃ ποιουμένῳ νυνὶ τὴν διατριβήν, ουτε πάντες οἱ συγγραφεῖς τῶν ἱστοριῶν τὰ αὐτὰ περὶ τῶν αὐτῶν συγγεγράφασιν, ἀλλ' ἐν πολλοῖς διαφωνοῦσιν, ει γε μὴ ἐν τοῖς πλείοσιν. εἰ δὲ καὶ ἀκριβοῦσθαι βουλήσομαι περὶ ἑκάστου τῶν ἱστορουμένων, καὶ δηλοῦν τί μὲν οδε περὶ τοῦδε λέγει ὁ συγγραφεύς, τί δ' ετερος περὶ τοῦ αὐτοῦ, πολύστιχον αν καὶ αὐτὸς τὴν περὶ ἑκάστου πραγματείαν ποιήσομαι. διὰ ταῦτά μοι παρεᾶν δέδοκται τὰ ἐφ' οις ἀλλήλοις οἱ περὶ τῶν αὐτῶν συγγράψαντες ἠναντίωνται, εἰ μή τι τῶν αγαν ειη σπουδαίων καὶ ο παραλιμπανόμενον περὶ τὰ καίρια λυμανεῖται τῇ συγγραφῇ. εἰ δ' ὁ χαρακτὴρ τοῦ λόγου ποικίλλεται καὶ μὴ δι' ολου ομοιός ἐστιν ἑαυτῷ,