1

 2

 3

 4

 5

 6

2

καὶ τὸ κήρυγμα τῆς ἀληθείας οἱ βουλόμενοι καὶ φροντίζοντες τῆς ἑαυτῶν σωτηρίας δύνανται μαθεῖν. 6 Ἀλλὰ καὶ ἡ ἐν Ἐφέσῳ ἐκκλησία ὑπὸ Παύλου μὲν τεθεμελιωμένη, Ἰωάννου δὲ παραμείναντος αὐτοῖς μέχρι τῶν Τραϊανοῦ χρόνων, μάρτυς ἀληθής ἐστιν τῆς τῶν ἀποστόλων παραδόσεως. 7 Οὐαλεντῖνος μὲν γὰρ ἦλθεν εἰς Ῥώμην ἐπὶ Ὑγίνου· ἤκμασε δὲ ἐπὶ Πίου καὶ παρέμεινεν ἕως Ἀνικήτου. Κέρδων δὲ ὁ πρὸ Μαρκίωνος, καὶ αὐτὸς ἐπὶ Ὑγίνου, ὃς ἦν ἔνατος ἐπίσκοπος, εἰς τὴν ἐκκλησίαν ἐλθὼν καὶ ἐξομολογούμενος οὕτως διετέλεσε, ποτὲ μὲν λαθροδιδασκαλῶν, ποτὲ δὲ πάλιν ἐξομολογούμενος, ποτὲ δὲ ἐλεγχόμενος ἐφ' οἷς ἐδίδασκε κακῶς καὶ ἀφιστάμενος τῆς τῶν ἀδελφῶν συνοδίας. 8 Ὃν ὁ Κύριος ἀνελεῖ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ καὶ καταργήσει τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ, οὗ ἐστιν ἡ παρουσία κατ' ἐνέργειαν τοῦ Σατανᾶ. Οὐ γὰρ τὴν παρουσίαν τοῦ Χριστοῦ λέγει κατ' ἐνέργειαν τοῦ Σατανᾶ γίνεσθαι, ἀλλὰ τὴν παρουσίαν τοῦ ἀνόμου, ὃν Ἀντίχριστον λέγομεν. 9 Ἔτι φησὶν ἐπὶ τοῦ βαπτίσματος ὁ Ματθαῖος· «Ἀνεῴχθησαν αὐτῷ οἱ οὐρανοί, καὶ εἶδε Πνεῦμα Θεοῦ καταβαῖνον ὡσεὶ περιστερὰν καὶ ἐρχόμενον εἰς αὐτόν. Καὶ ἰδοὺ φωνὴ ἐξ οὐρανοῦ λέγουσα· Σὺ εἶ ὁ Υἱός μου ὁ ἀγαπητὸς ἐν ᾧ εὐδόκησα.» Οὐ γὰρ τότε κατῆλθεν ὁ Χριστὸς εἰς τὸν Ἰησοῦν, οὐδὲ ἄλλος μὲν ὁ Χριστὸς ἄλλος δὲ ὁ Ἰησοῦς, ἀλλ' ὁ Λόγος τοῦ Θεοῦ ὁ Σωτὴρ πάντων καὶ κυριεύων οὐρανοῦ καὶ γῆς, οὗτός ἐστιν Ἰησοῦς, καθὼς προεδιδάξαμεν, προσλαβόμενος σάρκα καὶ χρισθεὶς ὑπὸ τοῦ Πατρὸς τῷ Πνεύματι, Χριστὸς Ἰησοῦς ἐγίνετο, καθὼς Ἠσαΐας φησίν. 10 Εἰς τί δὲ καὶ τὸ «ἐν πόλει ∆αυὶδ» προσέθηκαν, εἰ μὴ ἵνα τὴν ὑπὸ Θεοῦ γεγενημένην τῷ ∆αυὶδ ὑπόσχεσιν, ὅτι ἐκ καρποῦ τῆς κοιλίας αὐτοῦ αἰώνιος ἔσται Βασιλεύς, πεπληρωμένην εὐαγγελίσωνται; Ἣν ὁ ∆ημιουργὸς τοῦδε τοῦ παντὸς πεποίητο ἐπαγγελίαν. 11 Τί δήποτε οὔτε πλείονα οὔτε ἐλάττονα τὸν ἀριθμόν εἰσι τὰ εὐαγγέλια; Ἐπεὶ γὰρ τέσσαρα κλίματα τοῦ κόσμου ἐν ᾧ ἐσμὲν καὶ τέσσαρα καθολικὰ πνεύματα, κατέσπαρται δὲ ἡ ἐκκλησία ἐπὶ πάσης τῆς γῆς, στῦλος δὲ καὶ στήριγμα ἐκκλησίας τὸ εὐαγγέλιον καὶ Πνεῦμα ζωῆς, εἰκότως τέσσαρας ἔχειν αὐτὴν στύλους πανταχόθεν πνέοντας τὴν ἀφθαρσίαν καὶ ἀναζωπυροῦντας τοὺς ἀνθρώπους. Ἐξ ὧν φανερὸν ὅτι ὁ τῶν ἁπάντων Τεχνίτης Λόγος, ὁ καθήμενος ἐπὶ τῶν Χερουβὶμ καὶ συνέχων τὰ πάντα, φανερωθεὶς τοῖς ἀνθρώποις ἔδωκεν ἡμῖν τετράμορφον τὸ εὐαγγέλιον, ἑνὶ δὲ Πνεύματι συνεχόμενον. Καθὼς ὁ ∆αυὶδ αἰτούμενος αὐτοῦ τὴν παρουσίαν φησίν· «Ὁ καθήμενος ἐπὶ τῶν Χερουβίμ, ἐμφάνηθι.» Καὶ γὰρ τὰ Χερουβὶμ τετραπρόσωπα καὶ τὰ πρόσωπα αὐτῶν εἰκόνες τῆς πραγματείας τοῦ Υἱοῦ τοῦ Θεοῦ. «Τὸ μὲν γὰρ πρῶτον ζῷον», φησίν, «ὅμοιον λέοντι», τὸ ἔμπρακτον αὐτοῦ καὶ ἡγεμονικὸν καὶ βασιλικὸν χαρακτηρίζον· «τὸ δὲ δεύτερον ὅμοιον μόσχῳ», τὴν ἱερουρ γικὴν καὶ ἱερατικὴν τάξιν ἐμφαῖνον· «τὸ δὲ τρίτον ἔχον πρόσωπον ἀνθρώπου», τὴν κατὰ ἄνθρωπον αὐτοῦ παρουσίαν φανερώτατα διαγράφον· «τὸ δὲ τέταρτον ὅμοιον ἀετῷ πετωμένῳ», τὴν τοῦ Πνεύματος ἐπὶ τὴν ἐκκλησίαν ἐφιπταμένου δόσιν σαφηνίζον. Καὶ τὰ εὐαγγέλια οὖν τούτοις σύμφωνα, ἐν οἷς ἐγκαθέζεται Χριστός. Τὸ μὲν γὰρ κατὰ Ἰωάννην τὴν ἀπὸ τοῦ Πατρὸς ἡγεμονικὴν αὐτοῦ καὶ ἔνδοξον γενεὰν ἐκδιηγεῖται, λέγων· «Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος.» Τὸ δὲ κατὰ Λουκᾶν, ἅτε ἱερατικοῦ χαρακτῆρος ὑπάρχων, ἀπὸ Ζαχαρίου τοῦ ἱερέως θυμιῶντος τῷ Θεῷ ἤρξατο· ἤδη γὰρ ὁ σιτευτὸς ἡτοιμάζετο μόσχος, ὑπὲρ τῆς ἀνευρέσεως τοῦ νεωτέρου παιδὸς μέλλων θύεσθαι. Τὸ δὲ κατὰ Ματθαῖον τὴν κατὰ ἄνθρωπον αὐτοῦ γέννησιν κηρύττει, λέγων· «Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ ∆αυίδ, υἱοῦ Ἀβραάμ.» Τὸ δὲ κατὰ Μάρκον ἀπὸ τοῦ προφητικοῦ Πνεύματος, τοῦ ἐξ ὕψους ἐπιόντος τοῖς ἀνθρώποις, τὴν ἀρχὴν ἐποιήσατο λέγων· «Ἀρχὴ τοῦ εὐαγγελίου, ὡς γέγραπται ἐν Ἠσαΐᾳ τῷ προφήτῃ.» Καὶ αὐτὸς δὲ ὁ Λόγος τοῦ Θεοῦ τοῖς μὲν πρὸ Μωϋσέως πατριάρχαις κατὰ τὸ θεϊκὸν καὶ ἔνδοξον ὡμίλει, τοῖς δὲ ἐν τῷ νόμῳ ἱερατικὴν τάξιν ἀπένειμεν· μετὰ δὲ ταῦτα ἄνθρωπος γενόμενος, τὴν