1

 2

2

ἑαυτόν, οὐχ, ὅ φασιν ἐκεῖνοι, μαινόμενον, ἀλλὰ τῆς ἀστάτου καὶ ἀλλοιωτῆς περὶ τὴν παντοδαπῆ τῆς πλάνης ποικιλίαν φθορᾶς διὰ τῆς ἁπλῆς καὶ ἀεὶ ὡσαύτως ἐχούσης ἀληθείας ἠλευθερωμένον. Τὸ εὖ πράττειν ἡγοῦμαι, ὦ ἄνδρες, οὐκ ἄλλο τι εἶναι ἢ τὸ κατὰ ἀλήθειαν ζῆν· τὸ δὲ εὖ ζῆν ἢ κατὰ ἀλήθειαν οὐκ ἄνευ τοῦ κατανοῆσαι τὴν τῶν πραγμάτων φύσιν. Ἡ τοῦ διδασκάλου ἀπειρία ἀπολλύει τοὺς μαθητευομέ νους, καὶ ἡ τῶν μαθητευομένων ἀμέλεια κίνδυνον φέρει τῷ δι δασκάλῳ, καὶ μάλιστα ὅταν παρὰ τὴν αὐτοῦ ἀνεπιστημοσύνην ῥᾴθυμοι εἶεν ἐκεῖνοι. Τὸ ὑποπεσεῖν καὶ παραχωρῆσαι τοῖς πάθεσιν ἐσχάτη δουλεία, ὥσπερ τὸ κρατεῖν τούτων ἐλευθερία μόνη. Μεγίστου ὄντος ἀγαθοῦ τὸ μὴ ἁμαρτάνειν, δεύτερον ἀγα θὸν τὸ δικαιωθῆναι· ὅστις δὲ πολὺν χρόνον ἀδικῶν ἀκόλαστος μένει, τοῦτον δεῖ νομίζειν τὸν ἀτυχέστατον. Ἀνάγκη ἀπειρίᾳ καὶ κακίᾳ ἡνιόχου τὰ ὑπεζευγμένα κατὰ κρημνῶν φέρεσθαι, ὥσπερ ἐμπειρίᾳ καὶ ἀρετῇ διασώζεσθαι. Τέλος τῷ φιλοσοφοῦντι ἡ πρὸς θεὸν ὁμοίωσις κατὰ τὸ δυνατόν. Oὔτε στενοχωρία παρὰ θεῷ οὔτε ἀναρίθμητόν τι. Oὐ περὶ ἐθνῶν ἀλλοφύλων φησίν, ἀλλὰ περὶ τοῦ συμ φωνοῦντος τοῖς ἔθνεσιν κατὰ τὸ εἰρημένον ὑπὸ Ἱερεμίου· Πι κρόν σοι τὸ καταλιπεῖν ἐμέ, λέγει κύριος ὁ θεός σου, ὅτι ἀπ' αἰῶνος συνέτριψας ζυγόν σου καὶ διέῤῥηξας τοὺς δεσμούς σου καὶ εἶπας· Oὐ δουλεύσω σοι, ἀλλὰ πορεύσομαι ἐπὶ πᾶν ὄρος ὑψηλὸν καὶ ὑποκάτω παντὸς ξύλου, καὶ ἐκεῖ διαλυθήσομαι ἐν τῇ πορνείᾳ μου.