Ὢ πόποι, ἦ φίλον ἄνδρα διωκόμενον περὶ τεῖχος Ὀφθαλμοῖσιν ὁρῶμαι· ἐμὸν δ' ὀλοφύρεται ἦτορ. Τίνα δὲ καὶ περὶ τῶν ἄλλων θεῶν κατὰ τῆς τοῦ ∆ιὸς ἐπι βουλῆς λέγει, ἴσασιν οἱ ἐντυγχάνοντες τοῖς ἔπεσι τούτοις· Ὁππότε μιν ξυνδῆσαι Ὀλύμπιοι ἤθελον ἄλλοι, Ἥρη τ' ἠδὲ Ποσειδάων καὶ Παλλὰς Ἀθήνη. Καὶ εἰ μὴ τὸν ὃν Βριάρεων καλέουσι ὑπέδεισαν οἱ μάκαρες θεοί, ἐδέδετο ἂν ὑπ' αὐτῶν ὁ Ζεύς. Ὅσα δὲ καὶ περὶ τῆς ἐρωτικῆς τοῦ ∆ιὸς ἀκολασίας Ὅμηρος λέγει, ἀναγκαῖον δι' αὐτῶν ὑμᾶς ὑπομνῆσαι ὧν εἴρηκε ·ητῶν. Ἔφη γὰρ αὐτὸν οὕτω πρὸς τὴν Ἥραν λέγειν· Oὐ γὰρ πώποτέ μ' ὧδε θεᾶς ἔρος οὐδὲ γυναικὸς Θυμὸν ἐνὶ στήθεσσι περιπροχυθεὶς ἐδάμασσεν, Oὐδ' ὁπότ' ἠρασάμην Ἰξιονίης ἀλόχοιο, Oὐδ' ὅτε περ ∆ανάης καλλισφύρου Ἀκρισιώνης, Oὐδ' ὅτε Φοίνικος κούρης τηλεκλειτοῖο, Oὐδ' ὅτε περ Σεμέλης, οὐδ' Ἀλκμήνης ἐνὶ Θήβῃ, Oὐδ' ὅτε ∆ήμητρος καλλιπλοκάμοιο ἀνάσσης, Oὐδ' ὁπότε Λητοῦς ἐρικυδέος, οὐδὲ σεῦ αὐτῆς. Τίνα δὲ καὶ περὶ τῶν ἄλλων θεῶν ἐκ τῆς Ὁμήρου ποιήσεως ἔξεστι μανθάνειν, καὶ ὅσα ὑπὸ ἀνθρώπων πεπόνθασιν, ἀκό λουθόν ἐστιν ὑπομνῆσαι νυνί. Ἄρεα μὲν γὰρ καὶ Ἀφροδί την ὑπὸ ∆ιομήδους τετρῶσθαι λέγει, πολλῶν δὲ καὶ ἄλλων θεῶν διηγεῖται πάθη. Oὕτω γὰρ ἔστιν ἡμῖν ἀπὸ τῆς παρα μυθουμένης τὴν θυγατέρα ∆ιώνης μανθάνειν. Ἔφη γὰρ πρὸς αὐτήν· Τέτλαθι, τέκνον ἐμόν, καὶ ἀνάσχεο, κηδομένη περ. Πολλοὶ γὰρ δὴ τλῆμεν Ὀλύμπια δώματ' ἔχοντες Ἐξ ἀνδρῶν, χαλέπ' ἄλγε' ἐπ' ἀλλήλοισι τιθέντες. Τλῆ μὲν Ἄρης, ὅτε μιν Ὠτος κρατερός τ' Ἐπιάλτης, Παῖδες Ἀλωῆος, δῆσαν κρατερῷ ἐνὶ δεσμῷ· Χαλκέῳ δ' ἐν κεράμῳ δέδετο τρισκαίδεκα μῆνας. Τλῆ δ' Ἥρη, ὅτε μιν κρατερὸς παῖς Ἀμφιτρύωνος ∆εξιτερὸν κατὰ μαζὸν ὀϊστῷ τριγλώχινι Βεβλήκει· τότε κέν μιν ἀνήκεστον λάβεν ἄλγος. Τλῆ δ' Ἀΐδης ἐν τοῖσι πελώριος ὠκὺν ὀϊστόν, Eὖτέ μιν ωὐτὸς ἀνήρ, υἱὸς ∆ιὸς αἰγιόχοιο, Ἐν πύλῳ ἐν νεκύεσσι βαλὼν ὀδύνῃσιν ἔδωκεν. Aὐτὰρ ἔβη πρὸς δῶμα ∆ιὸς καὶ μακρὸν Ὄλυμπον Κῆρ ἀχέων, ὀδύνῃσι πεπαρμένος· αὐτὰρ ὀϊστὸς Ὤμῳ ἔνι στιβαρῷ ἠλήλατο, κῆδε δὲ θυμόν. Eἰ δὲ καὶ τῆς τῶν λοιπῶν θεῶν ἐξ ἐναντίας μάχης ὑπομνη σθῆναι ὑμᾶς προσήκει, αὐτὸς ὑμᾶς ὁ ὑμέτερος ποιητὴς ὑπο μνήσει λέγων· Τόσσος ἄρα κτύπος ὦρτο θεῶν ἔριδι ξυνιόντων. Ἤτοι μὲν γὰρ ἔναντα Ποσειδάωνος ἄνακτος Ἵστατ' Ἀπόλλων Φοῖβος, ἔχων ἰὰ πτερόεντα, Ἄντα δ' Ἐνυαλίοιο θεὰ γλαυκῶπις Ἀθήνη. Ἥρῃ δ' ἀντέστη χρυσηλάκατος κελαδεινὴ