ΤOΥ AΓIOΥ IOΥΣΤIΝOΥ ΦIΛOΣOΦOΥ ΚAI ΜAΡΤΥΡOΣ ΠEΡI AΝAΣΤAΣEΩΣ.

 σὰρξ ἀνίστασθαι, καὶ τὰ ἐλαττώματα συναναστήσεται. Καὶ σοφίσματα πλέκουσι τοιαῦτα· Eἰ ἡ σὰρξ ἀνίσταται, ἤτοι ὁλόκληρος ἀναστήσεται καὶ πάντα τὰ μόρια

 μίας ἃς μὲν ἀναγκαίας ὑπάρχειν κατεδέξατο, ἃς δὲ μὴ ἀναγ καίας οὐ προσήκατο. Τροφῆς μὲν γὰρ καὶ ποτοῦ καὶ ἐν δύματος ὑστερουμένη σὰρξ καὶ διαφθαρείη ἄ

 νὸν γὰρ τοῦτο δεῖγμα τῆς τοῦ θεοῦ δυνάμεως. Ἔτι δὲ καὶ τὴν μετὰ ταῦτα ἐξ ἀλλήλων γένεσιν κατανοοῦσιν ἔστιν ἰδεῖν, καὶ θαυμάσαι μειζόνως, ὅτι ἐξ ἐλαχίσ

 ποιῆσαι. Oὕτως κατὰ Πλάτωνα οὐδὲ τῷ θεῷ, ἀφθάρτῳ ὄντι, ἄφθαρτον ἔχοντι καὶ τὴν ὕλην, τοῦ ἐξ αὐτῆς γενομένου πλάσματος διαλυθέντος, ἀδύνατόν ἐστιν ἀνακ

 μαθεῖν πάρεστιν· οὗ γὰρ ἕνεκεν γέγονε τὰ λοιπά, τοῦτο πάντων τῷ ποιήσαντι τιμιώτατον. Ναί, φασίν· ἀλλὰ ἁμαρ τωλὸς ἡ σάρξ, ὥστε καὶ τὴν ψυχὴν ἀναγκάζει

 εἰργάσαντο. Ἀρ' οὖν ἀχάριστον ἢ ἄδικον ἀποφαίνουσι τὸν θεόν, εἰ τῶν ἀμφοτέρων πιστευόντων ἐπ' αὐτὸν τὴν μὲν σώ ζειν θέλει, τὴν δὲ οὔ Ναί, φασίν· ἀλλ'

 οὐδὲν τῶν Σαδδουκαίων διαφέρει· ἐπειδὴ ἡ ἀνάστασις τῆς σαρ κὸς δύναμις θεοῦ ἐστι καὶ ὑπεράνω λόγου παντός, βεβαιου μένη μὲν πίστει, θεωρουμένη δὲ ἔργο

σὰρξ ἀνίστασθαι, καὶ τὰ ἐλαττώματα συναναστήσεται. Καὶ σοφίσματα πλέκουσι τοιαῦτα· Eἰ ἡ σὰρξ ἀνίσταται, ἤτοι ὁλόκληρος ἀναστήσεται καὶ πάντα τὰ μόρια ἔχουσα ἢ ἀτελής. Ἀλλὰ τὸ μὲν ἐλλειπῆ μέλλειν αὐτὴν ἀνίστασθαι ἀδυναμίαν ἐμ φαίνει τοῦ ἀνιστῶντος, εἰ τὰ μὲν ἠδυνήθη σῶσαι, τὰ δὲ οὔ. Eἰ δὲ πάντα τὰ μέρη καὶ τὰ μόρια ἕξει, δῆλον ὅτι ταῦτα λέ γειν ὑπάρχειν μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν πῶς οὐκ ἄτοπον, τοῦ σωτῆρος εἰρηκότος· Oὔτε γαμοῦσιν οὔτε γαμίσκονται, ἀλλ' ἔσονται ὡς ἄγγελοι ἐν τῷ οὐρανῷ; Oἱ δὲ ἄγγελοι, φασίν, οὔτε σάρκα ἔχουσιν οὔτε ἐσθίουσιν οὔτε συνουσιάζουσιν· ὥστε οὐδὲ σαρκικὴ ἀνάστασις γενήσεται. Ταῦτα μὲν οὖν καὶ τὰ τούτοις ὅμοια λέγοντες πειρῶνται διαστρέφειν τοὺς ἀπὸ τῆς πίστεως. Eἰσὶ δέ τινες οἳ λέγουσι καὶ αὐτὸν τὸν Ἰη σοῦν πνευματικὸν μόνον παρεῖναι, μηκέτι ἐν σαρκί, φαντα σίαν δὲ σαρκὸς παρεσχηκέναι, πειρώμενοι καὶ αὐτοὶ ἀπο στερεῖν τῆς ἐπαγγελίας τὴν σάρκα. Πρῶτον μὲν τὰ ὑπ' αὐ τῶν δοκοῦντα ἄπορα φαίνεσθαι λύσομεν· εἶθ' οὕτως ἑξῆς ἐπάξομεν τὸν ἀποδεικνύντα λόγον περὶ τῆς σαρκὸς ὡς ἔχει σωτηρίαν. Φασὶ τοίνυν· Eἰ ὁλόκληρον ἀναστήσεται τὸ σῶμα καὶ τὰ μόρια αὐτοῦ πάντα ἕξει, ἀνάγκη δὲ καὶ τὰ ἔργα τῶν μο ρίων ὑπάρξαι· μήτραν μὲν κυΐσκειν, σπερματίζειν δὲ μόριον ἀνδρός, καὶ τὰ λοιπὰ δὲ ὁμοίως. Ἔστω δὲ ἐφ' ἑνὸς πᾶς λόγος ἱστάμενος. Τούτου γὰρ ἀποδεικνυμένου ψευδοῦς οἰ χήσεται πᾶς ὁ λόγος αὐτῶν. Τὸ μὲν οὖν τὰ μόρια ἐνεργοῦντα ταῦτα ἐνεργεῖν ἅπερ ἐνταῦθα φαίνεται δῆλον, τὸ δὲ κατ' ἀνάγκην αὐτὰ κατὰ τὴν ἀρχὴν ἐνεργεῖν οὐκ ἀναγκαῖον. Ἵνα δὲ σαφὲς ᾖ τὸ λεγόμενον, οὕτω σκοπήσομεν. Μήτρας ἐστὶν ἐνέργεια τὸ κυΐσκειν καὶ μορίου ἀνδρικοῦ τὸ σπερμαίνειν. Ὥσπερ δέ, εἰ ταῦτα μέλλει ἐνεργεῖν ταύτας τὰς ἐνεργείας, οὕτως οὐκ ἀναγκαῖον αὐτοῖς ἐστι τὸ τὴν ἀρχὴν ἐνεργεῖν (ὁρῶ μεν γοῦν πολλὰς γυναῖκας μὴ κυϊσκούσας, ὡς τὰς στείρας, καὶ μήτρας ἐχούσας), οὕτως οὐκ εὐθέως καὶ τὸ μήτραν ἔχειν καὶ κυΐσκειν ἀναγκάζει. Ἀλλὰ καὶ μὴ στεῖραι μὲν ἐξ ἀρχῆς, παρθενεύουσαι δέ, κατήργησαν καὶ τὴν συνουσίαν· ἕτεραι δὲ καὶ ἀπὸ χρόνου. Καὶ τοὺς ἄρσενας δὲ τοὺς μὲν ἀπ' ἀρχῆς παρθενεύοντας ὁρῶμεν, τοὺς δὲ ἀπὸ χρόνου, ὥστε δι' αὐ τῶν καταλύεσθαι τὸν δι' ἐπιθυμίας ἄνομον γάμον. Ἀλλὰ μὴν καὶ ζῶά τινα εὑρίσκομεν ἄτοκα, καίτοι μήτρας ἔχοντα, ὡς καὶ ἡμίονον, καὶ οἱ ἄρσενες δὲ οὐ γεννῶσιν ἡμίονοι· ὥστε καὶ διὰ ἀνθρώπων καὶ διὰ ἀλόγων καταργουμένην τὴν συν ουσίαν καὶ πρὶν τοῦ μέλλοντος αἰῶνος ὁρᾶσθαι. Καὶ ὁ κύ ριος δὲ ἡμῶν Ἰησοῦς ὁ Χριστὸς οὐ δι' ἄλλο τι ἐκ παρθένου ἐγεννήθη, ἀλλ' ἵνα καταργήσῃ γέννησιν ἐπιθυμίας ἀνόμου καὶ δείξῃ τῷ ἄρχοντι καὶ δίχα συνουσίας ἀνθρωπίνης δυνα τὴν εἶναι τῷ θεῷ τὴν ἀνθρώπου πλάσιν. Καὶ γεννηθεὶς δὲ καὶ πολιτευσάμενος τὴν λοιπὴν τῆς σαρκὸς πολιτείαν, λέγω δὴ ἐν τροφαῖς καὶ ποτοῖς καὶ ἐνδύμασι, ταύτην δὲ τὴν διὰ συνουσίας μόνον οὐκ εἰργάσατο, ἀλλὰ τὰς τῆς σαρκὸς ἐπιθυ