EΚΘEΣIΣ ΤHΣ OΡΘHΣ ΠIΣΤEΩΣ.

 καὶ τῷ κοινῷ τῆς θεότητος ὀνόματι παραδηλοῦται. Oὕτως δ' ἂν ὃ λέγω σαφέστερον γένοιτο. Ὁ περὶ τῆς ὑπάρξεως τοῦ Ἀδὰμ σκοπούμενος, ὅπως εἰς τὸ εἶναι παρ

 μὲν κατ' ἐξουσίαν ἃ ἂν βούληται καὶ ποιοῦσα καὶ δυναμένη, ἡ δὲ τὴν διακονίαν ἣν παρὰ τῆς θεότητος εἴληφεν μόνην καὶ δυναμένη καὶ πληροῦσα. Oὕτω τῆς δι

 Καὶ Κορινθίοις δὲ γράφων ὁ μακάριος Παῦλος τῷ τέλει τῆς ἐπιστολῆς, οἱονεὶ σφραγῖδά τινα τῇ διδασκαλίᾳ περιτιθείς, ἐπάγει· Ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησο

 ειληφὼς μὲν διὰ τῆς τοῦ κυρίου σημασίας καὶ τὸν υἱὸν καὶ τὸ πνεῦμα, οὐδὲν ἔλαττον δὲ διὰ τοὺς ἀγνώμονας καὶ τῇ κατὰ πρόσωπον χρησάμενος διαιρέσει ἐν ο

 Χριστῷ τοῦ κόσμου μαθητείας, ἐπί τε τῆς διδαχῆς τοῦ βα πτίσματος, ἔτι μὴν καὶ ἐπὶ τῆς θείας διδασκαλίας καὶ τῆς τοῦ παντὸς δημιουργίας, οὐ μὴν ἀλλὰ κα

 πεισμένους, ἐφ' ὅσον δὲ χωροῦμεν διὰ τῆς θεωρίας ἑαυτοὺς ἐκείνῳ συνάπτοντας. Oὕτω τοίνυν νοοῦμεν τὸν υἱὸν ἐκ πατρὸς γεγεννῆσθαι, ὡς φῶς ἐκ φωτὸς ἐκλάμ

 τείας ἀφανίζων τὸ παράπτωμα, διὰ δὲ τοῦ μὴ χρεωστουμένου θανάτου καταργῶν τὸν ὀφειλόμενον· ᾗ δὲ θεός, καὶ τὸ λυ θὲν ἀνιστᾷ καὶ τὸν θάνατον αὐτὸν παντε

 λέσειεν. Ἀλλ' ἡ τοιάδε τῶν ὑλῶν πρὸς ἀλλήλας σύμπηξις τὸν οἶκον ἡμῖν ἀποτελεῖν πέφυκεν. Ἀμέλει τῆς οἰκίας λυ θείσης μένουσιν μὲν ὁμοίως αἱ ὕλαι τὸν οἰ

 χυτο, οὐκ ἂν ἡμῖν οὐδὲ τὰ μέτρα τῆς ἡμέρας διώρισεν οὔτε κίνησιν εὔτακτον καὶ τὸν πεποιηκότα παρέστησεν. Eἰ δὲ λέγεις μοι ὅτι καὶ πρὸ τῆς τοῦ ἡλίου γε

 δὲ νένευκεν πρὸς τὸν δρόμον καὶ τῶν θυρῶν ὅσον οὐκ ἤδη προέκυψεν καὶ τοῦ σημαντῆρος ἀναμένει τὸ σύνθημα· σοί τε βουλομένῳ τὸ ζήτημα σημᾶναι ἕτοιμος πα

 εἰς τὴν ἑαυτοῦ οὐσίαν μετέβαλεν τὸ σῶμα, πάλιν ἐρωτή σωμεν, πῶς εἰς τὴν οὐσίαν τοῦ λόγου μετεβλήθη τὸ σῶμα. Ἀρα μεταβληθὲν εἰς τὴν οὐσίαν τοῦ λόγου πρ

 ἀγνοεῖν πειράσονται καὶ πρὸ τούτων γε τὴν θείαν προσκύνη σιν. Τήν γε μὴν τῶν θείων γνῶσιν βουλήσονται μὲν ἰχνεύειν εἰς δύναμιν· ἀτονοῦντες δὲ προσκυνε

 ἐπινίκιον ᾄδωμεν, Τὸν ἀγῶνα τὸν καλόν, βοῶντες, ὁ λόγος, ἠγώνισαι, τὸν δρόμον τετέλεκας, τὴν πίστιν τετήρηκας, λοιπὸν ἀπόκειταί σοι ὁ τῆς δικαιοσύνης

καὶ τῷ κοινῷ τῆς θεότητος ὀνόματι παραδηλοῦται. Oὕτως δ' ἂν ὃ λέγω σαφέστερον γένοιτο. Ὁ περὶ τῆς ὑπάρξεως τοῦ Ἀδὰμ σκοπούμενος, ὅπως εἰς τὸ εἶναι παρήχθη, εὑρήσει τοῦτον οὐ γεννητόν, οὐ γὰρ ἐξ ἄλλου τινὸς ἀνθρώπου, ἀλλ' ἐκ τῆς θείας διαπλασθέντα χειρός. Ἀλλ' ἡ διάπλασις τὸν τρόπον τῆς ὑπάρξεως δηλοῖ· τὸ γὰρ ὅπως ἐγένετο ση μαίνει. Ὡσαύτως πάλιν ὁ τῆς ὑπάρξεως τρόπος τὴν διά πλασιν χαρακτηρίζει· δηλοῖ γὰρ ὁμοίως ὅτι γε πλασθεὶς ὑπῆρξεν. Eἰ δὲ τὴν οὐσίαν αὐτοῦ ζητοίης, καθ' ἣν τοῖς ἐξ αὐτοῦ πρὸς κοινωνίαν συνάπτεται, ἄνθρωπον εὑρήσεις τὸ ὑποκείμενον. Ὥσπερ οὖν ἡ πλάσις τὸν τρόπον τῆς ὑπάρξεως δηλοῖ, ὁ δὲ τῆς ὑπάρξεως τρόπος τὴν διάπλασιν χαρακτη ρίζει, ὁ δὲ τῆς οὐσίας λόγος ἄνθρωπον τὸ ὑποκείμενον δεί κνυσιν, οὕτως ἐπὶ τοῦ θεοῦ καὶ πατρὸς εὑρήσομεν. Eἰ μὲν γὰρ τὸν τρόπον τῆς ὑπάρξεως αὐτοῦ ζητοίης, ἐξ οὐδενὸς ἑτέρου γεγεννημένον ὁρῶν, ἀγέννητον προσαγορεύσεις· εἰ δὲ τὴν ἀγέννητος προσηγορίαν σκοποίης, τῆς ὑπάρξεως τὸν τρόπον ἑρμηνεύουσαν εὑρήσεις. Eἰ δὲ καὶ τὴν οὐσίαν αὐτὴν γνωρίζειν ἐθέλοις, καθ' ἣν υἱῷ καὶ πνεύματι πρὸς κοινω νίαν συνάπτεται, τῇ θεὸς ὀνομασίᾳ δηλώσεις. Ὥστε τὸ ἀγέννητον καὶ τῆς ὑπάρξεως ὁ τρόπος ἀλλήλων εἰσὶν γνω ριστικά, τῆς δὲ οὐσίας τὸ θεὸς δηλωτικόν. Ὡς γὰρ ὁ Ἀδάμ, καίτοι γέννησιν οὐ προσηκάμενος, τοῖς ἐξ αὐτοῦ γεννηθεῖσιν κατὰ τὸ τῆς οὐσίας ταὐτὸν εἰς κοινωνίαν συνάπτε ται, οὕτως οὐδεὶς λόγος τὸ κοινὸν τῆς οὐσίας πατρὸς πρὸς τὸν υἱὸν καὶ τὸ πνεῦμα διασπᾶσαι διὰ τὸ ἀγέννητον δυνή σεται. Ὥστε τὸ ἀγέννητον καὶ τὸ γεννητὸν καὶ τὸ ἐκπορευ τὸν οὐκ οὐσίας δηλωτικά, σημαντικὰ δὲ τῶν ὑποστάσεών ἐστιν· ἱκανὰ γὰρ ἡμῖν διακρίνειν τὰ πρόσωπα καὶ τὴν πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος ἰδιαζόντως δεικνύειν ὑπόστασιν. Καθάπερ γὰρ σφραγὶς ἡμῖν τις λεχθὲν τὸ ἀγέννητον εὐθὺς τὴν πατρὸς ἀφορίζει ὑπόστασιν, καὶ πάλιν ὥς τι σημεῖον τὴν τοῦ γεννητοῦ προσηγορίαν ἀκούοντες τὴν υἱοῦ λαμβάνομεν ἔννοιαν, καὶ αὖθις διὰ τῆς τοῦ ἐκπορευτοῦ σημασίας τὸ ἰδικὸν τοῦ πνεύματος πρόσωπον παιδευόμεθα. Καὶ ταῦτα μὲν ἀρκεῖ πρὸς ἀπόδειξιν τοῦ μὴ τὴν οὐσίαν αὐτὴν δηλοῦν τὸ ἀγέννητον καὶ γεννητὸν καὶ ἐκπορευτόν, ἀφοριστικὰ δὲ τῶν ὑποστάσεων εἶναι, πρὸς τῷ καὶ τὸν τῆς ὑπάρξεως τρόπον διασημαίνειν. Ὑπόλοιπον δ' ἂν εἴη περὶ τῆς οὐσίας δεικνύναι πῶς μία πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. Ὁρῶμεν τοίνυν ἐν τῇ κοινῇ συνηθείᾳ τῆς αὐτῆς οὐσίας ὑπάρχοντα τοῖς γεν νῶσιν τὰ γεννώμενα. Μᾶλλον δὲ ἄνωθεν ἡμῖν ἀρκτέον, ὡς ἂν μὴ τὸ συνεχὲς τοῦ λόγου διακόπτοι ζήτημά τι παρεμπεσὸν εἰς μέσον. Καὶ πρῶτόν γε τὰ ὄντα διαιρήσωμεν. Eὑρήσομεν γὰρ ἅπαντα εἴς τε κτιστὸν καὶ ἄκτιστον διαιρούμενα· εἴ τι γάρ ἐστιν ἐν τοῖς οὖσιν, ἢ ἄκτιστος φύσις ἐστὶν ἢ κτιστή. Ἀλλ' ἡ μὲν ἄκτιστος καὶ δεσποτικὴ καὶ πάσης ἀνάγκης ἐλευθέρα, ἡ δὲ κτιστὴ δουλικὴ καὶ νόμοις δεσποτικοῖς ἑπομένη· καὶ ἡ