δύναμις, ὅπερ ἄτοπον· τὸ γὰρ ἔγχρονον φθαρτόν. Eἰ δέ, δυ νάμενος καὶ πάλαι κωλῦσαι τὸ μέγιστον οὕτω κακόν, οὐκ ἐκώ λυσε, φθονερὸς ἂν εἴη· ὅπερ ἀσεβὲς καὶ φαντάζεσθαι. ∆εῖ οὖν τὸν αὐτὸν ἐπὶ τῶν αὐτῶν μένοντα τὰ αὐτὰ ποιεῖν. Ἔλεγχος τῆς ἀποκρίσεως οὐκ ὀρθῶς γεγενημένης. Ἱκανὸς μὲν ἦν εἰς ἔλεγχον τοῦ ἀσυστάτου λόγου αὐτὸς ὁ λόγος νοούμενος. Τῷ γὰρ λέγειν ἐν ἀρχῇ μὲν τοῦ λόγου μὴ εἶναι μέγιστον κακόν, ἐν τῷ τέλει δὲ τοῦ λόγου τὸ ἀσεβὲς εἶναι καὶ ἐκ μόνης φαντασίας τὸ τὰ ἀνάξια περὶ θεοῦ φρονεῖν, πῶς οὐκ ἔστι κεκριμένως εἰσαγόμενον τὸ μέγιστον κακόν, τὸ ἀκρί τως ἐκβληθὲν παρὰ τοῦ ἀποκριναμένου; Eἰ δὲ προστεθείη τῇ τοιαύτῃ ἐκ μόνης φαντασίας ἀσεβείᾳ καὶ τὸ λέγειν, μείζων γίνεται ἡ ἀσέβεια· εἰ δὲ σὺν τῷ λέγειν καὶ τὸ γράφειν, ἐξ ἀνάγκης πᾶσαν κακίας ὑπερβολὴν ἡ ἀσέβεια ἔχουσα. Eἰ δὲ ταῦτα οὕτως ἔχει, καὶ ἔστιν ἐν πᾶσι τοῖς ἀναξίως περὶ θεοῦ λεγομένοις τε καὶ γραφομένοις ἢ καὶ μόνον φανταζομένοις ἀσέ βεια καθαιρετικὴ τῆς δόξης τοῦ θεοῦ, ἔστιν ἄρα ἐξ ἀγνοίας θεοῦ τὸ μέγιστον κακὸν ἐν ἀνθρώποις. Ἀλλ' ἐπειδὴ ἔδοξε τῇ σῇ θεοσεβείᾳ τὸ καὶ παρ' ἡμῶν ἐγγράφως ἐλεγχθῆναι τοῦ λόγου τὸ ἀσύστατον, διὰ τοῦτο ἐν συντόμῳ γράφω τὰ ὑποτε ταγμένα. Τὸ γὰρ διὰ πλειόνων ἐλέγξαι πρόδηλον ψεῦδος ναρ κῶδες καὶ τῷ γράφοντι καὶ τῷ ἀναγινώσκοντι. ∆ύο εἴδη τοῦ μεγίστου κακοῦ ἔθηκεν ὁ ἀποκρινάμενος ἐν τῇ ἑαυτοῦ ἀποκρίσει, καὶ τρία εἴδη τῆς ἀγνοίας τοῦ θεοῦ· ἐκεῖνα μὲν κατὰ τοὺς Μανιχαίους, ταῦτα δὲ κατ' αὐτὸν τὸν ἀποκρινάμενον. Καὶ τῶν δύο εἰδῶν τοῦ μεγίστου κακοῦ τὸ μὲν ἔλεγε κατ' οὐσίαν, τὸ δὲ κατ' ἐνέργειαν τοῦ κατ' οὐσίαν· τῶν δὲ τριῶν εἰδῶν τῆς τοῦ θεοῦ ἀγνοίας τὸ μὲν ἔλεγε κατὰ λήθην, τὸ δὲ κατὰ τὴν ἄπιστον φύσιν, τὸ δὲ κατὰ τὴν ἀγαθὴν δόσιν. Ποιῶν δὲ σύντομον τὴν ἀναίρεσιν καὶ τῶν κατὰ Μανι χαίους καὶ τῶν κατ' αὐτὸν ἔφασκε, ποτὲ μὲν ἀναιρῶν τῶν Μανιχαίων τὴν δόξαν, ὅταν φησί· Μέγιστον κακὸν οὐδέν ἐστιν· εἰ δέ τις ὑπόθοιτο μέγιστον κακόν, εὑρεθήσεται ἑτέρα ἀρχὴ ἐναντία τῷ θεῷ, ὅπερ οἱ Μανιχαῖοι κακῶς λέγοντες λέ γουσι· ποτὲ δέ, ὅταν φησί· Τὸ ἀγνοεῖν τὸν ὄντως ὄντα θεὸν οὐκ ἐξ ἄλλου τινὸς ἀλλ' ἐκ τῆς οἰκείας λήθης ἡ ψυχὴ πάσχει· ἐν ἐκείνοις μὲν ἀναιρῶν τὸ κατ' οὐσίαν μέγιστον κακόν, ἐν τούτοις δὲ τὸ κατ' ἐνέργειαν. Ἀναιρῶν δὲ καὶ τὰ εἴδη τῆς ἀγνοίας τοῦ θεοῦ, ἃ αὐτὸς ἔθηκε, καί φησιν· Oὐδέ ἐστιν ὅλως ἄγνοια περὶ θεοῦ· πάντες γὰρ ὅτι ἔστι θεὸς ὁμολογοῦσι κοινῇ ἐννοίᾳ. Eἰ μὲν οὖν οὐκ ἔστιν ὅλως ἄγνοια περὶ θεοῦ, δῆλον ὅτι ψευδὲς τὸ Ἀγνοεῖν τὸν θεὸν συμβαίνει τοῖς ἀνθρώποις ἢ κατὰ λήθην ἢ κατὰ τὴν ἄπιστον φύσιν ἢ κατὰ τὴν ἀγαθὴν δό σιν. Eἰ δὲ κοινὴν ἔννοιαν πάντων λέγει τὴν κατὰ τὴν εἰδικὴν ἔννοιαν ἑκάστης τῶν κακοδόξων αἱρέσεως ἀναιρουμένην, οὐδ' οὕτως ἔσται γνῶσις θεοῦ ἐν τοῖς πᾶσιν. Ἡμεῖς δὲ οὔτε τὸ κατὰ τοὺς Μανιχαίους μέγιστον κακὸν οὐδὲ τὴν κατ' αὐτὸν τὸν ἀποκρινάμενον ἄγνοιαν θεοῦ ἐθήκαμεν ἐν τῇ ἐρωτήσει, ἀλλὰ μέγιστον κακὸν κατ' ἔννοιαν εἴπομεν, τὸ κατὰ τοῦ θεοῦ ψεῦ