γεγενημένης προῤῥήσεως; Ἀπόκρισις. Τοῦ αὐτοῦ θεοῦ ἐστι πάντα ταῦτα, καὶ ἡ πρόῤῥησις τῶν λόγων καὶ ἡ ἔκβασις τῶν ἔργων, τοῦ καὶ διὰ τῶν προφητῶν τε καὶ ἀποστόλων προμηνύσαντος ἃ ἔμελλε ποιεῖν· ὡσαύτως δὲ καὶ διὰ τῶν ἔξωθεν τῆς εὐσεβείας αὐτὸς προεμήνυσεν ἃ ἔμελλε ποιεῖν. Ὥσπερ γὰρ διὰ τοῦ μάντεως Βαλαὰμ τὸν μὲν Ἰσραὴλ εὐλόγησε, τοὺς δὲ ἐχθροὺς αὐτοῦ κατηράσατο, ἑκάτερον δὲ ποιήσας διὰ τῆς προμηνύσεως τῶν ἐσομένων, ὡσαύτως δὲ καὶ διὰ μαντείας τῷ Ναβουχοδονόσορ βασιλεῖ Βαβυλῶνος τὴν ἅλωσιν τῆς Ἱερουσαλὴμ προεμήνυσε, καθά φησιν ὁ προφήτης Ἰεζεκιήλ· Καὶ στήσεται βασιλεὺς Βαβυλῶνος ἐπὶ τὴν ἀρχαίαν ὁδόν, ἐπ' ἀρχῆς τῶν δύο, τοῦ μαντεύσασθαι μαντείαν καὶ τοῦ ἀναβράσαι ·άβδον καὶ ἐπερωτῆσαι ἐν τοῖς γλυπτοῖς καὶ κατασκοπήσασθαι ἐκ δεξιῶν αὑτοῦ· καὶ ἐγένετο ἐπὶ Ἱερου σαλήμ, καὶ τὰ ἑξῆς. Oὕτως καὶ διὰ τῶν παρ' Ἕλλησι μάν τεων ὅσα διὰ τῶν ἔργων τὴν ἔκβασιν ἐδέξατο αὐτὸς προεμή νυσε. ∆ιαφορὰ δὲ τῶν προφητῶν καὶ τῶν μάντεων πολλή· πρῶτον μὲν ὅτι θεόν, οὗ τῷ ὀνόματι προεφήτευσαν οἱ προ φῆται καὶ οἱ ἀπόστολοι, τούτου ἐσχήκασι τὴν γνῶσιν καὶ τὴν πίστιν καὶ τὴν λατρείαν, καὶ πάντα ὅσα περί τε τῆς τῶν ἑλ ληνικῶν θεῶν τε καὶ μαντείων καθαιρέσεως καὶ τῆς τῶν χρι στιανικῶν πραγμάτων συστάσεως προεῖπον οἱ προφῆται τὴν ἔκβασιν ἐδέξατο· ἔπειτα δὲ οὐδὲν ὧν προεῖπον οἱ μάντεις, ἢ κατὰ τοῦ τῆς ἀληθείας θεοῦ καὶ τῶν σεβομένων αὐτὸν ἢ ὑπὲρ τῆς συστάσεως τῶν ἑλληνικῶν πραγμάτων, τὴν ἔκβασιν ἐδέξατο. Καὶ τούτων μάρτυς ἡ τῶν Ἀσσυρίων ἀναίρεσις, οἳ ἀπὸ τῆς οἰκείας μαντείας ὁρμώμενοι ἔλεγον μὴ ἄνευ κυρίου ἀναβῆναι ἐπὶ τὴν γῆν ταύτην τοῦ ἐρημῶσαι αὐτήν· Κύριός μοι εἶπεν Ἀνάβηθι καὶ ἐρήμωσον αὐτήν· καὶ ἀναβὰς παρὰ τὴν μαν τείαν ἠρημώθη. Ἐρώτησις γ. Eἰ πάντες μὲν ἐν τῇ ἀναστάσει οἱ ἡμαρτηκότες κολάζον ται, πλέον δὲ οἱ ἐγνωκότες τὸ τοῦ θεοῦ θέλημα καὶ μὴ ποιή σαντες, τί τὸ κέρδος τοῦ Χριστιανοῦ καὶ τοῦ Ἕλληνος, τοῦ βαπτισθέντος καὶ τοῦ μὴ βαπτισθέντος, τοῦ ὀρθοδόξου καὶ τοῦ μὴ ὀρθοδόξου; Ἀπόκρισις. Eἰ κατὰ τὸν ἀπόστολον Παῦλον ὁ πιστὸς ὁ μὴ προνοῶν τῶν ἰδίων ἀρνησίθεός ἐστι καὶ τῶν ἀπίστων χείρων, ὁ μὴ σὺν τῇ γνώσει καὶ πίστει καὶ τῷ βαπτίσματι καὶ τὸν τρόπον ἐπαγόμενος χαρακτηριστικὸν τῆς τοῦ Χριστοῦ μαθητείας, ἀλλὰ μόρφωσιν μὲν ἔχων εὐσεβείας, τὴν δὲ δύναμιν αὐτῆς ἠρνημέ νος, χείρων ἐστὶ τῶν ἀπίστων. Oὕτως τοσοῦτον χεῖρόν ἐστι τὸ μετὰ γνώσεως ἁμαρτάνειν τοῦ ἄνευ γνώσεως, ὅσον τὸ ἀνα πολόγητον ἁμάρτημα τοῦ ἀπολογίαν ἔχοντος ἁμαρτήματος. Ἐρώτησις δ. Eἰ πάσῃ δυνάμει ἔσπευσαν οἱ αἱρετικοὶ γνῶναι καὶ φυ λάξαι τὴν τῶν δογμάτων ἀλήθειαν καὶ οὐκ ἴσχυσαν, πῶς οὐκ