ΤOΥ AΓIOΥ IOΥΣΤIΝOΥ ΦIΛOΣOΦOΥ ΚAI ΜAΡΤΥΡOΣ EΡΩΤHΣEIΣ EΛΛHΝIΚAI ΠΡOΣ ΤOΥΣ ΧΡIΣΤIAΝOΥΣ

 λῶν ἀπόρων, τῶν παρὰ τοῖς λιθοκαρδίοις κινουμένων, ἔστι καὶ τοῦτο. ιε. Eἰ γὰρ δεῖ, φησί, σώους ἀνίστασθαι τοὺς τετελευ τηκότας, πῶς, εἰ συμβαίη ἄνθρωπ

 ἄλογον γὰρ τὸ κεχρῆσθαι μὲν ταῖς τοῦ ἀσωμάτου ἐνεργείαις, ἀγνοεῖν δὲ τοῦ ἀσωμάτου τὴν ὕπαρξιν. Ἄλλο. ∆ύο εἰσὶν ἐν ἡμῖν καταληπτικαὶ τῶν πραγμά των δυν

 δὲ ἡ οὐσία κατὰ τὴν πρώτην διαίρεσιν εἰς σῶμα καὶ ἀσώματον, πῶς οὐκ ἔστι τὸ ἀσώματον οὐσία ἐφ' ἑαυτῆς ὑπάρχουσα Ἄλλο. Τὸ δυνάμενον ἑαυτὸ χωρίζειν τοῦ

 σεως ὑποστησαμένου, τοῦ ἡμῖν γνωσθέντος διὰ προῤῥήσεως καὶ διδασκαλίας προφητῶν τε καὶ τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τῶν αὐτοῦ ἀποστόλ

 πῶς οὐκ ἔστιν ἐφ' ἑαυτῆς ἡ ψυχή Ἐρώτησις. Τί διαφέρει θεὸς ψυχῆς Ἀπόκρισις. Ἠι διαφέρει τὸ δημιουργὸν καὶ δεσπότην εἶναι τοῦ δη μιουργὸν καὶ δεσπότη

 μὲν διὰ χρειώδη τινὰ δύναταί τις ἔχειν, ἀγενεσίαν δὲ οὐκέτι· τὸ γὰρ ἀγένητον χωρὶς πάσης χρειώδους αἰτίας δεῖ ὑπάρχειν ἀγένητον. Ἄλλο. Eἰ πρῶτον μὲν σ

 γίνεται εἰς τὰ στοιχεῖα ἐξ ὧν τὴν ἀρχὴν συνετέθησαν. Eἰ καὶ ὁ τρόπος τῆς μέρων ἀναλύσεως γίνεται διὰ τῆς ὑπ' ἀλλή λων βρώσεως, ἀλλὰ πάσης ἀναλύσεως τῆ

 λουσι τὴν ἀνάστασιν οἱ ταύτην ἀπιστοῦντες Ἀλλ' εἰ μὲν τῷ πρώτῳ, ψευδής ἐστιν ὁ λόγος· οὐ γὰρ κατὰ ἀνάκτισιν ἀσύμ μετρος γίνεται ἡ διάμετρος τῇ πλευρᾷ

 ἀσθενοῦσι. Τὸ γὰρ ἰχθυόβρωτον γενέσθαι τὸν ἄνθρωπον ἀπο ρίαν μὲν ἔχει, ἀπόδειξιν δὲ οὔ. Ἀδύνατον γὰρ τὸ αὐτὸ πρᾶγμα καὶ θεότητι ὑποπεσεῖν ὡς γεγονός·

 Πλάτωνος ἐκ τοῦ εἶναι αὐτὸν ἄνθρωπον εἰς τὸ γενέσθαι αὐτὸν μύρμηκα, μεταγενέσθαι καὶ τὸν θεὸν τοῦ εἶναι ὅ ἐστιν. Eἰ δὲ ὁ Πλάτων μὲν μεταφέρεται, ὁ δὲ

 ἀπέβαλε ταύτην, πῶς οὐκ ἔστιν ἄλογον τὸ ὡς ἐπ' ἀδυνάτῳ πράγματι ἀπιστεῖν θεῷ, ἐπαγγειλαμένῳ καθ' ὁμοίωσιν τοῦ ἐγερθέντος ἐκ τῶν νεκρῶν ὑπ' αὐτοῦ εἰς ἄ

 μ. Eἰ καλὸν μὲν τὸ εἶναι ἡμᾶς ἐν τῷ παρόντι θνητούς, κάλλιον δὲ τὸ εἶναι ἡμᾶς ἀθανάτους ἐν τῷ μέλλοντι, πῶς οὐκ ἔστιν ἄτοπον τὸ λέγειν τὸν θεὸν δυνατὸ

λῶν ἀπόρων, τῶν παρὰ τοῖς λιθοκαρδίοις κινουμένων, ἔστι καὶ τοῦτο. ιε. Eἰ γὰρ δεῖ, φησί, σώους ἀνίστασθαι τοὺς τετελευ τηκότας, πῶς, εἰ συμβαίη ἄνθρωπον ἀποθανεῖν εἰς θάλατταν, εἶτα βρωθέντα τοῦτον ὑπὸ ἰχθύων αὖθις ὑπὸ ἄλλων ἀνθρώ πων καταβρωθῆναι διὰ μέσων τῶν ἰχθύων, πῶς ἂν ἀναλάβοι τὰς σάρκας τὰς εἰς ἄλλους ἀνθρώπους καταδαπανηθείσας; Ἢ γὰρ τοῦτον ἀνάγκη παρὰ τὰς σάρκας ἀναστῆναι, ἃς ἔφαγον οἱ ἄλλοι ἄνθρωποι διὰ μέσων τῶν ἰχθύων, καθὼς πολλάκις εἴ ρηται, ἢ ἐκείνους, μέλη τῶν ἑαυτοῦ σαρκῶν ἀπαιτουμένους, ἀποθέσθαι καὶ ἐλλιπεῖς γενέσθαι, ἵνα ἀποπληρώσωσι τὸ ἐλ λεῖπον τῶν ὑπ' αὐτῶν ἀδίκως καταβρωθέντων. Καὶ ταῦτα οἷα γελῶντες οἱ λιθοκάρδιοί φασιν. Ἐγὼ δὲ παρακαλῶ ἐκτὸς ἀπορίας κατασκευαστικὸν λόγον τῆς ἀναστάσεως μαθεῖν, τὸν ἐξ ἀνάγκης ἀποδεικνύντα ὅτι ἀνάγκη εἶναι ἀνάστασιν διά τι νων ἀποδεικτικῶν καὶ ἀληθῶν λόγων. Τῶν γὰρ ἀποδείξεων ἐῤῥωμένων ταῖς ἀληθείαις, οὐδένα τῶν ἀποριῶν λόγον εὖ ἴστε ποιήσομαι· καὶ γὰρ ἄτοπον καὶ φιλόνεικον πρὸς ἐῤῥωμένην ἀπόδειξιν ἐθέλειν ἐρίζειν. Ἀποκρίσεις χριστιανικαὶ πρὸς τὰς προῤῥηθείσας ἐρωτήσεις ἀπὸ τῆς εὐσεβείας τῶν φυσικῶν λογισμῶν. Oὗτοι οἱ λόγοι οὐκ εἰσὶ λογικαὶ ἀπορίαι, ἀλλ' ἐρωτήσεις ἄτεχνοι. Ὁ γὰρ λόγος, ὁ κατασκευάζων λογικὰς ἀπορίας, ἐν τοῖς ἀκολούθως πως λεγομένοις συνάγει τὸ ἄτοπον· οἷον μόνος ὁ ἄνθρωπος γελαστικόν, πᾶν γελαστικὸν ζῶον, μόνος ἄρα ὁ ἄνθρωπος ζῶον· αἵπερ εἰσὶν ἀκόλουθοι προτάσεις μέν, ἄτο πον δὲ τὸ συμπέρασμα. Ἐν δὲ τοῖς προκειμένοις λόγοις οὐδὲν ἄτοπον κατὰ ἀκολουθίαν συνήχθη· διὸ οὐκ εὐλόγως ἐκλήθη σαν ἀπορίαι. Ἐρώτησις. Πόθεν δῆλον εἰ ἔστι τι ἀσώματον; Ἀπόκρισις. Eἰ ἀδύνατον τὸ αὐτὸ τὰ αὐτὰ καὶ ἀγνοεῖν καὶ γινώσκειν (ἐπὶ παντὸς γὰρ ἀληθῆ τὴν κατάφασιν εἶναι δεῖ ἢ τὴν ἀπό φασιν), πῶς ὁ ἀγνοῶν, εἰ ἔστιν ἀσώματον, γινώσκει βούλησίν τε καὶ ἐπίκρισιν, διάνοιάν τε καὶ ἐπίσκεψιν, νοῦν τε καὶ λό γον, ἅτινά ἐστι τοῦ ἀσωμάτου ἐνεργήματα; Τὸ γὰρ ἐν ἀγνωσίᾳ τῆς τοῦ ἀσωμάτου ὑπάρξεως γινώσκειν τοῦ ἀσωμάτου τὰ ἐνερ γήματα τῶν οὐκ εἰδότων ὅ φασίν ἐστιν. Ἄλλο. Τὸ κατασκευάζειν ἀπορίαν καὶ λύειν ἀπορίαν, οὐκ ἔστιν αἰσθήσεως τοῦτο, οὐδὲ σώματός ἐστι. Τὸ δὲ μὴ ὂν σώματος, τοῦτο ἀνάγκη εἶναι τοῦ ἀσωμάτου. Ἄλλο. Πόθεν ζητοῦμεν τῆς τοῦ ἀσωμάτου ὑπάρξεως τὴν δήλωσιν; Eἰ μὲν γὰρ τὸ ζητεῖν περί τινος, εἰ ἔστιν ἢ οὐκ ἔστι, λόγου ἐστίν, ὁ δὲ λόγος τοῦ λογικοῦ ὑπάρχει ἐνέργημα, ἄλογον δὲ τὸ σῶμα καθ' ἑαυτό, δῆλον ὅτι ἔστι τι ἀσώματον, ᾧ ἴδιον ὑπάρχει τὸ ζητεῖν καὶ κρίνειν. Ἄλλο. Τῷ μὴ ὁμολογοῦντι εἶναί τι ἀσώματον ἀνοί κειον ὑπάρχει τὸ λόγῳ ζητεῖν καὶ κρίνειν εἰ ἔστι τι ἀσώματον·