2
δὴ καὶ συνεσταλμένον ὡς τὰ πολλὰ κατὰ τὸν σὸν λόγον, τἀναγκαῖα μόνον περιλαβὼν καὶ ὅσα δὴ παρεθέντα ζημία σοι λογισθήσεται πρὸς ἀκρόασιν κεχηνότι.
2 [Εἰ μὲν οὖν τις ἐτύγχανες ὢν τῶν οὐκ εἰδότων τὴν πόλιν, τὰ καθ' ἕκαστόν τε ἠγνόεις αὐτῆς, ὥσπερ οἱ πρῶτον ἐξ ἀλλοδαπῆς εἰς ἑτέραν μετοικήσαντες πόλιν, ἕως ἂν τὸ τοῦ χρόνου μῆκος ταύτην αὐτοῖς κατὰ μέρος γνωρίσειεν, ἐδεόμην λόγων ἂν ἐνταῦθα μακρῶν, ἵνα μηδὲν τῶν τῆς πόλεως τὴν σὴν διαφύγῃ γνῶσιν. Ἐπεὶ δὲ πρὸς θρέμμα ταύτης τὸν λόγον ποιοῦμαι καὶ ἀκριβέστερον ἢ πολλοὺς ἄλλους τὰ κατ' αὐτὴν ἐγνωκότα, μάτην οἱ μακροὶ περὶ τούτων λόγοι καὶ ἡ περὶ τῆς θέσεως μεγέθους τε καὶ κάλλους καὶ τειχῶν ἀσφαλείας καὶ προσέτι τοῦ εὖ κεκρᾶσθαι καὶ τῶν ἄλλων ἀκρίβεια καὶ μάλισθ' ὅτι πρὸ μακρῶν ἐτῶν τὰ περὶ τῆς πόλεως ἕτεροι φιλοπόνως ἄγαν δυνάμει λόγου καὶ ῥητορικῆς εὐγλωττίας δεινότητι ἠκριβωμένως ἐξέθεντο καὶ μετὰ τὴν πρώτην πασῶν εἰπεῖν λαμπροτέραν πολλαῖς ἀποδείξεσιν ἀποφῆναι ταύτην ἐσπούδασαν. Ἐκείνοις δ' ἐμαυτὸν ἔγωγε μόνον διηγούμενος δώσω, ὧνπερ ἡ πόλις ἐν τῷ τῆς νῦν ἁλώσεως χρόνῳ πεπείρατο, καθάπερ ἔφης καὶ σὺ πρὸς ἡμᾶς, μικρὸν πρὸ ταύτης ἀπάρας ἐνθένδε καὶ διὰ τοῦτο τὸ κακὸν οὐκ εἰδὼς ἀκριβῶς ὅπως κεχώρηκε. Τὰ τῶν Λατίνων γὰρ οἶδ' ὅτι καὶ αὐτὸς οἶσθα σαφέστατα τῇ πόλει παρὼν καὶ καθ' ἑκάστην ὁρῶν τὰ γινόμενα]. Ἔπασχεν οὗν τῶν Λατίνων κρατούντων ἡ πόλις, ὡς οἶδας, καὶ ὁσημέραι θλίψεις ἡμῖν ἐπήγοντο πανταχόθεν καὶ λόγων πολλῶν παρ' ἑκάστοις, πῶς ἂν ἀνεθείημεν, γιγνομένων τρόπος ἦν οὐδ' ὁστισοῦν ὁ τούτων ἡμᾶς τῶν δεινῶν ἀπαλλάξων. Οὔτε γὰρ οἱ Τοῦρκοι τοῖς Λατίνοις ἐβούλοντο σπείσασθαι, πολλάκις πρεσβευσαμένοις περὶ τούτου καὶ δεηθεῖσιν, οὐθ' ἡμῖν ἐξῆν πρᾶξαι τὸ κατὰ γνώμην, ὀλίγοις ἄγαν καθεστηκόσι καὶ ἀνισότητι γνώμης ἀποβεβληκόσι τὸ ὁμονοεῖν, ὡς ἄρα καί σοι γνώριμον τοῦτο σὺν ἡμῖν γε ὄντι καὶ τῶν δεινῶν ἐκείνων τοῖς ἄλλοις παραπλησίως εἰληφότι τὴν πεῖραν.
3 Οὕτω οὖν ἡμῖν ἔχουσιν, ὅσαι τε ὧραι μυρία τὰ χαλεπὰ φέρουσι καὶ τὴν σωτηρίαν ἀπαγορεύουσιν, κακὸν ἐξαίφνης ἐπῆλθεν ἕτερον καὶ στερροτέραν εἰπεῖν ἀδάμαντος πλῆξαν ψυχήν. Τὸ δ' ἦν ἡ τοῦ καλοῦ ποιμένος καὶ κατὰ τὸν πρῶτον ποιμένα τὴν ψυχὴν ἐφ' ἑκάστης ἀφειδῶς ὑπὲρ τοῦ ποιμνίου τιθέντος κατὰ θεῖον βούλημα τελευτή, ἐν καλῷ μὲν ἐκείνῳ γεγενημένη, βλάβος δ' ἡμῖν ἐπενεγκοῦσα πολύ, τῶν ἐκείνου λιτῶν πρὸς θεὸν στερηθεῖσιν, αἷς ἐσωζόμεθα. [Ὅτι δὲ κατὰ θείαν αὕτη βούλησιν ἦν, ἄκουε τοῦ φανέντος τῷ μακαρίῳ περιόντι κατ' ὄναρ ἐκείνῳ. Ἔδοξε πρὸ τοῦ τὴν πόλιν τῷ πολέμῳ ληφθῆναι οἶκόν τινα λαμπρὸν εἰσιέναι καὶ παμμεγέθη, περισκοπεῖν τε αὐτὸν κατὰ μέρος καὶ θαυμάζειν αὐτοῦ τό τε κάλλος καὶ μέγεθος, ἐν τούτῳ δ' ὄντι φωνὴν ἔξωθεν ἐνεχθῆναι λέγουσαν: «ὁ μὲν οἶκος οὗτος, οὗ τὰ καθ' ἕκαστον, ὦ δέσποτα, ὡς λίαν λαμπρὰ καὶ ὡραῖα θαυμάζεις περιαθρῶν, πίπτει τὸ τάχος καί, ἵνα μή σε καλύψῃ πεσών, ἔξιθι τούτου ταχέως». Οὕτως εἶχεν ἡ ὄψις καὶ εἰς ἔργον ἧκεν οὐκ εἰς μακράν. Ἐκεῖνος μὲν γάρ, ἵνα ἀναφανῇ δίκαιος καὶ τῶν πολλῶν τῆς ἀρετῆς ἐκείνου καμάτων λάβῃ τὰς ἀντιδόσεις, εἰκότως οὕτω καὶ πρὸ τῆς κοινῆς συμφορᾶς, πρὸς ὃν ἐπόθει κύριον ἐξεδήμησεν. Οὐ γὰρ δίκαιον τοῦτο παρὰ θεῷ κέκριτο, τοιούτων ἵνα κακῶν πεῖραν σχῇ καὶ κοινωνήσῃ τῶν ἴσων ἡμῖν· «ἀνόμοιος γὰρ ἦν τοῖς ἄλλοις ὁ βίος ἐκείνου καὶ ἐξηλλαγμέναι αἱ τρίβοι», τοῦ Σολομῶντος εἰπεῖν, «ἡμεῖς δὲ κακίας γέμοντες ὅλως, καὶ ὀπίσω τῶν ἐνθυμάτων τῆς καρδίας ἡμῶν τῆς πονηρᾶς», τοῦτο δὴ τὸ τοῦ Ἱερεμίου, «πορευόμενοι καὶ κατὰ τὸν πάλαι γογγυσταὶ τυγχάνοντες Ἰσραήλ», κατὰ τὴν ἡμετέραν ἐπιθυμίαν ἀπολαύειν ὅπως οὐκ ἔχωμεν τῶν πραγμάτων, δικαίως οὕτω πεπράγαμεν δυστυχέστατα καὶ τούτου τἀνδρὸς ἐστερήμεθα, μόνου περιλειφθέντος ἐν τοιούτοις καιροῖς καὶ τοσούτοις ἀνιαροῖς παραμύθιον. Πάντες γὰρ ὥσπερ τινὰ δύναμιν ζωτικὴν ἐν ἡμῖν ἐνομίζομεν τοῦτον καὶ τὴν τελευτὴν ἐκείνου μηδὲν ἄλλο νομίζειν εἴχομεν ἢ τῆς ἐφ'