2
ἔχον μέρος οὐρανοῦ σῶζον ἦν σχῆμα, τὸ κάτω δὲ καὶ πρὸς θάλατταν γῆς, εἴ τις δ' ἂν καὶ συνεκτικὰ εἴποι στύλους τῇ πόλει, οὐκ ἂν ἁμάρτοι. Ὢ πράγματος ξένου, ἔνθα πόνοι τῆς ἀσκητικῆς τοῦ παντὸς ἐτιμῶντο παλαίστρας, νυνὶ θεοστυγῇ διαπράττεται καὶ θεὸς ὑπερτίθεται τὴν ἐκδίκησιν! Ὦ θεοῦ ἀνοχή, πῶς τοιούτων ἠνέσχου; Βέλτιον ἂν ἦν τὴν γῆν διασχοῦσαν καλύψαι ἢ τοῦτον ταῦτα μετασκευασθῆναι τὸν τρόπον· κρεῖττον ἂν ἦν ἑνὶ τῆς γῆς ἀνατιναγμῷ ταυτὶ καταπεπτωκέναι καὶ μηδὲ λείψανα γοῦν ἐναπολελεῖφθαι τῷ τόπῳ· τότε γὰρ οὐ τοσοῦτο τὰς τῶν ὁρώντων ψυχὰς ἔδακνεν ἂν τὸ πάθος. Ἡμῖν μὲν καὶ τὸ εἰσιέναι ἔνδον τοῦ θυσιαστηρίου φοβερὸν εἶναι ἐδόκει καὶ μόνοις ἦν εἰσιτητὸν τοῖς τεταγμένοις ἐν τούτῳ, ψυχὴν καὶ σῶμα πρότερον σφίσι καθηραμένοις. Τὰ νῦν δὲ τοῖς βδελυροῖς, φεῦ, ἀνεῖται καὶ τῆς τοιαύτης οὐκ ἀπείργονται τόλμης καὶ οὔτε γῆ διίσταται καὶ τοὺς κατὰ θεοῦ χωροῦντας χωννύει, οὔθ' ἥλιος ἄνωθεν καταφλέγει ἢ οὐρανὸς σφοδρὸν ὑετὸν καταπέμπει καὶ καταδύει τἀνόμημα. Ὅπῃ νοῦ καὶ αἰσθήσεων νήψει θείων λογίων ᾔδετο μέλη καὶ συνᾴδοντες ἦσαν ἄνωθεν νόες, φωνῶν νῦν αἴρεται ἀσήμων κραυγὴ καὶ τὸ δαιμόνων ἐφήδεται φῦλον, σιγώσας ὁρῶν παννύχων ᾠδῶν ὑπηρέτιδας γλώττας. Οἴμοι! πῶς ἂν ἀδακρυτὶ τὴν τούτων μνήμην ἐνέγκοιμι; Ἔνθα ζῶν αὐτὸς ὁ καθ' ἡμᾶς δι' ἡμᾶς γενόμενος καθεωρᾶτο, δῆμός τε συνεστέλλετο βλέπειν ἀγγέλων, ἔργα τοῖς ἀντιθέοις παρανομίας τολμᾶται καὶ σκηπτοὶ οὐρανόθεν οὐ καταφέρονται.
Ὢ τόπων θεῷ ἀφωσιωμένων, ἣν ἐπλουτεῖτε θείαν ἀφῄρεσθε χάριν καὶ τοῖς τολμηταῖς παρὰ φαῦλον λογίζεσθε. Ὤ, πῶς ὁ τῆς εὐημερίας ἡμῖν καιρὸς ἐπιθέσεως καὶ καταδρομῆς γέγονε καὶ καταλειφθέντες αἰσχύνη καὶ ὄνειδος γεγενήμεθα! Οἴχονται πανηγύρεις, οἴχονται θείων ἐκτυπωμάτων λαμ 76 πρότητες, ἀπόλωλε παρρησία, τὸ τῶν μοναχῶν ἀπελήλαται τάγμα καὶ πολιαὶ πρεσβυτέρων καὶ διακόνων σεμνότης ἐν τοῖς ἀτίμοις λογίζονται. Ἆρ' οὐκ ἀβίωτος ὁ βίος ἡμῶν ἐστὶ καὶ ἧττον τοῦ ζῆν τὸ θανεῖν ἐστὶ πικραῖς οὕτω βαλλομένοις καθ' ἑκάστην ὀδύναις; Ἤ πού γε πάντες ἄν μοι συμφθέγξαιντο, οἳ πάσχειν ἐν τοῖς τοιούτοις πεφύκεσαν. Ἠπόρησα οὖν πολλάκις κατ' ἐμαυτόν, ἀνθ' ὅτου ταῦτα καὶ πῶς εἰς τοσοῦτον ἥκομεν κακοπραγίας οἱ πεπονθότες καὶ εὗρον λύοντά μοι τὸν θεῖον λόγον τὴν ἀπορίαν, «ἔσται», λέγοντα, «ἡ γῆ ὑμῶν ἔρημος καὶ αἱ ἐπαύλεις ὑμῶν ἔρημοι, ὅτι ὑμεῖς ἐπορεύθητε πρὸς ἐμὲ πλάγιοι, κἀγὼ πορεύσομαι πρὸς ὑμᾶς ἐν θυμῷ πλαγίῳ»· ἔνθεν τοι καὶ τοῦ πλείω λέγειν ἀφέμενος τῷ σιγῆσαι τετίμηκα. Θεὸν γὰρ ἐξιλεοῦν ἀσύγγνωστα πταίσαντας καὶ μὴ μακρηγορεῖν κατ' ἐπίδειξιν χρή, ἡμεῖς γὰρ τῶν φύντων αἴτιοι, κατὰ τὸν εἰπόντα, τοιαῦτα σπέρματα καταβεβληκότες. Πᾶν τοιγαροῦν εὐσεβείας ὅσον καὶ δογμάτων ὀρθῶν τρόφιμον τῶν κατ' ἀρετήν, ὧν ἠμεληκότες ἐφάνημεν ἔργων, αὖθις ἐπιλαβέσθαι σπουδὴν εἰσενέγκαντες, θεοῦ τυχεῖν εὐμενοῦς ἔργοις, οἶς χαίρει, πᾶσι τρόποις ἀγωνισώμεθα, παλινῳδίαν ὡς ἂν ἐντεῦθεν ᾄσωμεν χαριέστατα.