2
ἔγνων ὧν οὔπω ἐγνώκειν πολλά· 3.2 καὶ σοί γε γνωσθεὶς ἄρτι τὴν περὶ αὐτῆς ἐκείνης γνῶσιν εἰσπράττομαι, πόλεως μεγάλης καὶ πρώτης τῶν Μακεδόνων, τἆλλα μὲν περιφανοῦς οἷς σεμνύνεται πόλις, καὶ μηδεμιᾷ τῶν ἔγγιστα παραχωρούσης μὴ ὅτι κατ' αὐτὴν ὀφθῆναι, περιφανεστέρας δὲ τὴν εὐσέβειαν, ἣν ἐξ ἀρχῆς ἐδέξατο καὶ δεξαμένη μέχρι τοῦ νῦν διεσώσατο. 3.3 αὐτὸν γὰρ αὐχεῖ Θεσσαλονίκη τὸν Παῦλον ἔχειν τῆς εὐσεβείας διδάσκαλον, τὸ σκεῦος τῆς ἐκλογῆς, ὃς ἀπὸ Ἱερουσαλὴμ κύκλῳ καὶ μέχρι τοῦ Ἰλλυρικοῦ τῷ εὐαγγελικῷ περιλαβὼν τὴν οἰκουμένην κηρύγματι ἐν αὐτῇ μᾶλλον τὸν τῆς θεογνωσίας σπόρον κατέβαλε καὶ πολύχουν ἀποδίδοσθαι τὸν τῆς πίστεως καρπὸν διεσπούδασε· 3.4 μετ' ἐκεῖνον δὲ τὸν μέγαν ἐν μάρτυσι καὶ ἀξιοθαύμαστον ἐν ἀθλοφόροις ∆ημήτριον τὸν μυροβλύτην, πολὺν ἀγῶνα καὶ αὐτὸν ὑπὲρ τῆς εὐσεβείας καταβαλλόμενον (καὶ γὰρ ἦν πρὸς τοῖς ἄλλοις τῆς ἀρετῆς αὐχήμασιν ἔτι καὶ θείοις ἐμπρέπων διδάγμασιν καὶ τῇ περὶ τῶν δογμάτων ἀκριβείᾳ κεκοσμημένος, ἐξ οὗ καὶ μᾶλλον τὸ περὶ αὐτοῦ διεδόθη κλέος τοῖς πέρασιν)· 3.5 εἶτα τοὺς καθεξῆς ἀρχιερεῖς πάντας τοῦ σωτηρίου λόγου στερρῶς ἀντεχομένους, ἐξ ὧν ἀεὶ καταρτιζομένη καὶ παιδαγωγουμένη τὴν θειοτέραν παίδευσιν δαιμονιώδεις καὶ μυσαρὰς πλάνας καὶ δόξας καὶ εἰδωλικὰς εἰκαιομυθίας τοῖς τιμῶσι τοὺς δαίμονας ἀπεπέμψατο, ὀρθοδόξῳ δὲ διδαχῇ τὴν πίστιν σφραγίσασα, καὶ πᾶν ζιζανιῶδες φυτὸν καὶ αἱρετικὸν καὶ ἀλλόφυλον οὐμενοῦν οὐδέποτε τῷ θείῳ σπόρῳ συγκαταμίξασα, καθαρὰν καὶ ἀκίβδηλον διεσώσατο τὴν εὐσέβειαν. 3.6 ἧς πολλὰ μὲν ἦν καὶ ἄλλα γνωρίσματα, ἐξ ὧν ἡ φήμη τὰς ἀφορμὰς λαμβάνουσα λαμπρὸν τὸ περὶ αὐτῆς ἐκήρυττεν ὄνομα, ἓν δὲ τοῦτο πρῶτον καὶ ἰδιαίτατον διεδείκνυτο, τὸ ὀρθόδοξον αὐτὴν καὶ εἶναι καὶ ὀνομάζεσθαι καὶ τούτῳ μᾶλλον ἤπερ τοῖς ἄλλοις σεμνύνεσθαι. 3.7 ἀλλ' ἐπειδὴ καὶ τὰ κατ' αὐτὴν ἐκείνην τὴν πόλιν φιλοπόνως μαθεῖν ἐπεζήτησας, τοῦτο δὲ δυσεπιχείρητόν τε ὡς ἐμοὶ τῇ τε παρούσῃ ὁρμῇ τοῦ λόγου παρὰ μικρὸν ἀνακόλουθον, ὀλίγα τινά, καὶ οἷς μάλιστα ἔξεστι δοκεῖν ὁρᾶν σε τῶν λεγομένων τὰ πράγματα, τῇ διηγήσει προσθεὶς ἐπὶ τὴν καθ' ἡμᾶς αὐτοὺς τραπήσομαι συμφοράν. 4.1 Ἔστιν οὖν ἡ πόλις, ὡς εἴρηται, μεγάλη τε καὶ εὐρεῖα, τείχεσι καὶ προβόλοις συχνοῖς κατωχυρωμένη καὶ τὸ ἀσφαλὲς τοῖς οἰκήτορσιν ὅσον ἐκ τῆς τούτων οἰκοδομῆς παρεχομένη, θαλάσσιον ἔχουσα κόλπον ἐκ νότου καθηπλωμένον, ᾧ καὶ περικλυζομένη τὴν ἐκ πλαγίου πλευρὰν ταῖς ἁπανταχόθεν εἰσρεούσαις ὁλκάσιν εὐεπίβατον τὴν πρὸς αὐτὴν πορείαν παρέχεται. 4.2 ὑποκοιλαίνεται γάρ τις ἐκεῖσε θαυμαστὸς λιμήν, ἀσφαλῶς ὑπτιάζων τοῖς πλωτῆρσι τὴν εἴσοδον, ταῖς ἐκ πνευμάτων παντελῶς ἀπείρατος ταραχαῖς καὶ τὸν ὅρμον ἀκύμονα καθιστῶν. 4.3 ὃν ἐκ τῆς λοιπῆς θαλάσσης ὁ τεχνίτης ἀπέτεμε· μέσον γὰρ ἀπείρξας διά τινος τείχους τὴν τῶν ὑδάτων ἐπίρροιαν, συναπεῖρξεν ἐκ τοῦ πρὸς θάλασσαν καὶ τῶν πνευμάτων τὸν κλύδωνα. 4.4 ἡ θάλασσα γὰρ τῷ βυθῷ φυσωμένη καὶ τὴν ἐκδρομὴν πρὸς τὴν χέρσον ἐρευγομένη, τῷ διαφράγματι τοῦ τῇδε τείχους κωλυομένη, μὴ ἔχουσα τίνι τὴν ἀπειλὴν ἐπαφήσει, χωρεῖ τοῖς ἐφ' ἑκάτερα τοῦ τείχους μέρεσι, καὶ τὸ ὕδωρ ἠρέμα πως ὀλισθῆσαν ζάλης ἁπάσης ἐκτὸς τὸν τοιοῦτον ὅρμον διατηρεῖ. 4.5 ὁ δὲ δὴ κόλπος ἐκ τῆς μεγάλης θαλάσσης ἀποτμηθεὶς διά τινος αὐχένος, ἀγκῶνος δίκην προβεβλημένου καὶ ἐπὶ μήκιστον τοῖς ὕδασι διικνουμένου, ὃν οἱ κατὰ χώρας Ἔκβολον ὀνομάζουσι διὰ τὸ πόρρω που τοῖς ὕδασιν ἐκβεβλῆσθαι, στενούμενός τε πρὸς τὴν ἑτέραν ἐξ ἐναντίας χέρσον τῇ τοῦ αὐχένος τούτου καινοτομίᾳ, ἕτερος λιμὴν πελάγιος γίνεται· 4.6 ἐξ οὗ δήπερ ἀγκῶνος μέχρις αὐτοῦ τοῦ τείχους τῆς πόλεως κύκλον πανευπρεπῆ τὸ ὕδωρ μιμεῖται, τοῖς ἐφ' ἑκάτερα μέρεσιν ἐπὶ πολὺ ἐκτεινόμενον καὶ πρὸς τὴν πόλιν κατὰ βραχὺ συστελλόμενον. 4.7 καὶ ἀφορᾷ μὲν ὁ κόλπος ἐκ νότου τὴν λοιπὴν θάλασσαν, ἀφορᾷ δὲ τοῦτον ὁμοίως ὁ λιμὴν καὶ τὸν λιμένα ἡ πόλις. 4.8 ἀλλ' ὁ μὲν λιμὴν τέτρασι γωνίαις ἐμπεριείληπται, ὁ δὲ κόλπος ἐστὶ περιφερής, τὸ κύτος ἔχων διὰ πλείστου βάθους χωροῦν, τὰ πέρατα δὲ καὶ πρὸ