2
ὕστερον τετραπώλῳ· οὗτος δὲ ἦν βασιλεὺς Πισαίων, ἦγε δὲ τὸν ἱππικὸν ἀγῶνα μηνὶ Μαρτίῳ εἰκοστῇ τετάρτῃ ὑψουμένου τοῦ Ἡλίου. καὶ αὐτὸς μὲν ἐφόρει χλοανὸν ἤγουν πράσινον ὑπὲρ τῆς γῆς· ὁ δὲ ἀνταγωνιζόμενος βένετον ὑπὲρ τῆς θαλάσσης, καὶ οἱ μὲν μεσόγειοι ἔχαιρον τῷ πρασίνῳ, οἱ δὲ παράλιοι τῷ βενέτῳ· ἔπαθλον δὲ τῆς ἀγωνίας ταύτης προετίθει Οἰνόμαος τῷ νικήσοντι αὐτὸν τὴν ἰδίαν θυγατέρα Ἱπποδάμειαν, τὸν δὲ ἡττηθέντα φονεύεσθαι αὐτίκα. μέλλοντα γοῦν τὸν Πέλοπα τῷ Οἰνομάῳ ἀνταγωνίζεσθαι ἐπὶ τοῖς δηλωθεῖσι συνθήμασιν, ἑωρακυῖα Ἱπποδάμεια ἠράσθη τε αὐτοῦ καὶ προδίδωσι τούτῳ τὰ μηχανήματα τοῦ πατρός, δι' ὧν ἐκράτει τῶν συναμιλλωμένων, καὶ οὕτω παρεσκεύασε νικῆσαι τὸν Πέλοπα. κἀκεῖνος νικήσας εὐθὺς ἀνεῖλε μὲν Οἰνόμαον, ἔγημε δὲ Ἱπποδάμειαν καὶ ἐβασίλευσε μὲν τῆς Ἑλλάδος ἔτη τριάκοντα ὀκτώ, ἐκάλεσε δὲ ταύτην ἐξ ἑαυτοῦ Πελοπόννησον. ἀλλ' ἐπὶ τὰ πρότερα πάλιν ὁ λόγος ἐπανελθέτω. ἡ γὰρ δὴ προρρηθεῖσα Κίρκη πρώτη τελεῖν ἱππικοὺς ἀγῶνας ἐν Ἰταλίᾳ προκαταρξαμένη καὶ ἱπποδρόμιον ἐκεῖσε κατεσκεύασε, τὸ μὲν μῆκος τεσσάρων σταδίων, τὸ δὲ πλάτος ἑνός· τὸ δὲ μέσον αὐτοῦ ἐποίησε ξυλουργές, ὀνομάσασα ταύτην τὴν κρηπῖδα Εὔριπον, ἐκ τοῦ θαλαττίου ἴσως Εὐρίπου καὶ τῆς ἑπτάκις αὐτοῦ διαυλοδρομίας, ἐπειδὴ κἀκεῖνος ἑπτάκις τῆς ἡμέρας ἀντιστρέφει τὴν κίνησιν. καὶ πυραμὶς δέ ἐστιν ἐν μέσῳ τῷ σταδίῳ, ἡ δὲ πυραμὶς Ἡλίου, ἐπεὶ ἄσκιος ἐγγὺς ὁ τοιοῦτος βωμός· πάντων γὰρ τῶν οὐρανίων φωσφόρων σωμάτων σκιὰν ἀποτελούντων αὐτὸς μόνος ἔξω ταύτης ἐστί. ἐν δὲ τοῖς παρ' ἑκάτερα τέρμασι τοῦ Εὐρίπου τούτου ἄνωθεν μὲν τῆς πυραμίδος ἐπὶ τοῦ Εὐρίπου βωμοὶ ἵδρυνται τρεῖς· Κρόνου, ∆ιός, Ἄρεος· κάτωθεν δὲ πάλιν βωμοὶ τρεῖς, Ἀφροδίτης, Ἑρμοῦ καὶ Σελήνης· τρίποδες δύο, Ἡλίουκαὶ Σελήνης, καὶ ἄγαλμα γυναικὸς φιάλην ἐπιφερομένης ἐν τῇ κεφαλῇ· ἐστὶ δὲ ἡ γῆ, φέρουσα τὴν θάλασσαν. σάλπιγγες δὲ ἐπὶ τέλει τῶν ἀγώνων τοὺς νικητὰς ἐπὶ τὰ γέρα καλοῦσι, δώδεκα δὲ ὕσπληγες κατὰ μίμησιν τῶν δώδεκα ζῳδίων· μαππάριος δὲ καλεῖται ὁ ἐν τῷ μέσῳ ἱστάμενος καὶ τοῦ δρόμου ἔχων τὸ σύνθημα ἀπὸ τοῦ περὶ τὸ πρᾶγμα συμβαίνοντος τηνικαῦτα· εἰώθησαν γὰρ οἱ ὕπατοι εὐωχεῖσθαι πρότερον ἐν τῷ θεάτρῳ καὶ μετὰ τὴν εὐωχίαν τὰ τῶν χειρῶν ἐκμαγεῖα ῥιπτεῖν, ἅπερ τῇ ῥωμαικῇ φωνῇ μάππα λέγονται, ἐξ οὗ καὶ μανδύλια· καὶ ταῦτα ἀναλαμβανόμενος ὁ λεγόμενος μαππάριος εὐθὺς τὸν ἀγῶνα ἐπετέλει. οὐ πλέον δὲ τῶν ἑπτὰ κύκλων, οὓς σπάτια οἱονεὶ στάδια καὶ μίσους ἀντὶ τοῦ ἄθλους, περὶ τὴν πυραμίδα, ἣν νῦν ὀβελὸν καλοῦσι, διεπληκτίζοντο οἱ ἀγωνισταὶ διὰ τὸ ἑπτὰ στάδια εἶναι τὸ μίλιον καὶ διὰ τὸ τοσούτους εἶναι τοὺς τῶν πλανήτων πόλους, οὓς Χαλδαῖοι στερεώματα καλοῦσιν, ἄνευ τοῦ σεληνιακοῦ, διὰ τὸ μέχρις αὐτοῦ διήκειν τὸ τοῦ παντὸς ὑλικοῦ σκύβαλον κατὰ τὸ λόγιον. τέσσαρσι δὲ καὶ εἴκοσι βραβείοις τὸν πάντα συνετέλουν ἀγῶνα διὰ τὸν ἐν πυραμίδι λόγον· δυοκαίδεκα γὰρ γωνίας ἡ πυραμὶς ἐπιδέχεται, τουτέστι στερεὰς τέσσαρας, ὧν ἑκάστη ἐκ τριῶν· δὶς δὲ τὸν δώδεκα ἀριθμὸν εἰς δύο τέμνοντες τὸν τῆς ἡμέρας καιρὸν ἔτι καὶ νῦν τελοῦσι. καὶ ἄλλως δέ πως ἡ πυραμὶς ἁρμοδία ἐστὶ τοῖς ἀγωνιζομένοις, Νεμέσεως γὰρ εἶναι νομίζεται. κατὰ γοῦν μίμησιν, τῆς Κίρκης καὶ Ῥωμύλος ὕστερον κτίσας τὴν Ῥώμην μηνὶ Ἀπριλλίῳ εἰκοστῇ κατασκευάζει καὶ ἱπποδρόμιον ἐν αὐτῇ τοιοῦτον καὶ κατὰ πάντα ὅμοιον. ἐποίησε δὲ τὸ πρῶτον ἅρματα τρία· ῥούσιον Ἄρεος ἤτοι πυρός, λευκὸν ∆ιὸς ἤτοι ἀέρος, πράσινον Ἀφροδίτης ἤτοι τῆς γῆς. ὕστερον δὲ ἤρισαν οἱ Γάλλοι περὶ ὁμοτιμίας, καὶ προσετέθη τὸ βένετον διὰ τὸ τοιούτου χρώματος εἶναι τὰ ἱμάτια αὐτῶν, εἰς τιμὴν τοῦ Κρόνου ἢ μᾶλλον τοῦ Ποσειδῶνος. χρόνοις δὲ ὕστερον ἱκανοῖς Σεβῆρος ὁ βασιλεὺς Ῥωμαίων κατὰ Νίγερος ἐκστρατεύσας καὶ εἰς τὸ Βυζάντιον παραγενόμενος, τὴν νῦν Κωνσταντίνου πόλιν καὶ βασιλίδα τῶν πόλεων ἁπασῶν, κτίζει μὲν ἐκεῖσε διὰ τὸ τῆς