δρᾶσαι ἢ παθεῖν. Ὅθεν καὶ τῆς τῶν Ἀρχαγγέλων ἐφισταμένης ἑορτῆς ἄπεισι μὲν ὁ πατριάρχης εἰς τὸ πρὸ τῆς πόλεως <παρ' αὐτοῦ συστὰν φροντιστήριον>, φιλοτίμως τὰ τῆς ἑορτῆς ἐκτελέσαι φροντίζων. Ὁ δὲ βασιλεὺς τὸν καιρὸν ὡς ἕρμαιον ἁρπάσας, ἵνα μὴ θόρυβος καὶ τάραχος γένηται ὑπειδόμενος, στῖφος στρατιωτικὸν ἀποστείλας Βαράγγους αὐτοὺς ἡ κοινὴ ὀνομάζει διάλεκτος ἀνάρπαστον ἐκ τοῦ θρόνου ἀτίμως ἐπαίρουσι, καὶ ἡμιόνῳ καθίσαντες συνήλαυνον ἄχρι τῆς ἐν Βλαχέρναις ἀκτῆς αὐτόν τε καὶ τοὺς ἀνεψιοὺς αὐτοῦ, ἐκεῖθέν τε λέμβῳ ἐμβληθέντας εἰς τὴν νῆσον Προικόννησον περιορίζουσι. Κοινολογησάμενος δέ τισι τῶν μητροπολιτῶν καὶ περὶ τῆς αὐτοῦ καθαιρέσεως συνδιασκεψάμενος, τοὺς λογιωτέρους αὐτῶν ἐπιλεξάμενος δηλοῖ δι' αὐτῶν ἀποθέσθαι τὴν ἀρχιερωσύνην, πρὶν ἂν ἀτίμως αὐτὴν ἀποβάληται συνόδῳ καὶ συλλόγῳ τῶν κατ' αὐτὸν δημοσιευθέντων. Ἀνάλωτος δὲ τούτοις ὀφθεὶς καὶ ἀταπείνωτος τά γε ἐπ' αὐτῷ, ἀπέγνωστο αὐτῷ ἡ καθαίρεσις. Φροντίζοντος δὲ τοῦ βασιλέως περὶ ταύτης διηνεκῶς ἐν τῷ μέσῳ μεταλλάττει τὸν βίον ὁ πατριάρχης εἰρηνικῶς. Ὁ δὲ βασιλεὺς μετανοίᾳ βληθεὶς τὸ σῶμα αὐτοῦ εἰσάγει ἐντίμως καὶ τῇ μονῇ αὐτοῦ ἀποτίθεται, ἐκπλαγεὶς ἐπὶ τῷ συμβάντι θαύματι αὐτός τε καὶ οἱ σὺν αὐτῷ. Ἡ γὰρ χεὶρ ἡ δεξιὰ τοῦ πατριάρχου σταυροειδῶς σχηματισθεῖσα, ᾗ ἔθος 106 εὐλογεῖν ἐπιφωνοῦντας τῷ λαῷ τὴν εἰρήνην, μεμένηκεν ἄτρεπτος μὴ συναλλοιωθεῖσα τῇ νεκρώσει τοῦ σώματος. Προχειρίζεται δὲ ἀντ' αὐτοῦ πατριάρχης Κωνσταντῖνος πρόεδρος καὶ πρωτοβεστιάριος ὁ Λειχούδης, πρότερον ψήφου προβάσης ἐπ' αὐτῷ παρὰ τῶν μητροπολιτῶν καὶ τοῦ κλήρου καὶ τοῦ λαοῦ παντός , ἀνὴρ μέγιστον διαλάμψας τοῖς βασιλικοῖς καὶ πολιτικοῖς πράγμασιν ἀπό τε τῆς τοῦ Μονομάχου ἀναρρήσεως καὶ μέχρι τοῦ τηνικάδε καιροῦ, καὶ μέγα κλέος ἐπὶ τῷ μεσασμῷ τῆς τῶν ὅλων διοικήσεως ἀπενεγκάμενος καὶ τῆς τῶν Μαγγάνων προνοίας καὶ τῶν δικαιωμάτων φύλαξ παρὰ τοῦ εἰρημένου βασιλέως καταλειφθείς. Εἰ καὶ προβέβλητο γοῦν καὶ οὐκ ἐνδοιάσιμον τὴν ἀρχιερωσύνην καὶ πατριαρχίαν ἐκέκτητο καὶ ἀναμφήριστον, ἀλλ' ὁ βασιλεὺς φροντίζων ὅπως τῶν τοιούτων δικαιωμάτων ἐγκρατὴς γένηται, τοῦτον εἶναι καιρὸν ἐπιτήδειον οἰηθείς, πρεσβυτέρῳ χειροτονηθέντι ἐπέσχε τὴν ἐντελῆ χρῖσιν τῆς ἀρχιερωσύνης, ἄχρις ἂν φησὶ τὰ ὑποτονθορυζόμενα κατὰ σοῦ σκοπηθῇ συνοδικῶς τε καὶ κανονικῶς. Ὁ δὲ Κωνσταντῖνος μὴ ἀγνοήσας δι' ὃν ταῦτα τρόπον τυρεύεται κατ' αὐτοῦ, τὸ τῆς αἰσχύνης ἀδόκητον λογιζόμενος, φέρων τὰ ζητούμενα τῷ βασιλεῖ ἐπιδίδωσι. Καὶ ἔκτοτε ἀδιστάκτως καὶ δίχα τινὸς προφάσεως πάντα τελεῖται ἐπ' αὐτῷ ὅσα ἔθος τελεῖν ἐπὶ τοῖς χειροτονουμένοις. Γέγονε δὲ δωρηματικὸς καὶ προνοητικὸς οὐ τῶν τῆς Ἐκκλησίας μόνον, ἀλλὰ καὶ πάντων ἁπλῶς, ὡς μηδένα ὑπολειφθῆναι τῆς αὐτοῦ προνοίας ἀμέτοχον, τὸν μὴ τῆς αὐτοῦ χειρὸς ἀπολαύσαντα. Τῶν Οὔγγρων δὲ τὴν πρὸς Ῥωμαίους εἰρήνην διαλυσάντων καὶ τῶν Πατζινάκων δὲ ἐξερπυσάντων τῶν φωλεῶν οἷς ἐνεκρύβησαν καὶ τὴν παρακειμένην χώραν σινόντων, τὰ πρὸς τὴν ἐκστρατείαν ἐξαρτύσας ὁ βασιλεὺς ἔξεισι πασίρρωμος εἰς Τριάδιτζαν. Ἐκεῖσέ τε πρέσβεις πρὸς τῶν Οὔγγρων δεξάμενος, τὴν μετ' αὐτῶν εἰρήνην κυρώσας καὶ ἐμπεδώσας 107 ὡς ἐνῆν, ἐπὶ τοὺς Πατζινάκους ἐξώρμησε. ∆ιῃρημένων δὲ αὐτῶν κατὰ γενεὰς καὶ φατρίας, οἱ μὲν λοιποὶ ἡγεμόνες τῷ βασιλεῖ ὑποκλιθέντες εἰρηνικά τε καὶ φίλια ἐφρόνησαν, μόνος δὲ ὁ Σελτὲ χεῖρας δοῦναι τῷ βασιλεῖ οὐκ ἠθέλησε, τοῖς ἕλεσι τοῦ Ἴστρου οἷς συνέφυγε καὶ τῇ ἐκεῖσε ἀποκρήμνῳ πέτρᾳ ἐπερειδόμενος , οἷς καὶ θαρρήσας εἰς τὸ πεδίον ἐξῆλθε συρράξαι τῷ βασιλεῖ προθυμούμενος. Οὐκ εἰς μακρὰν δὲ τῆς οἰκείας ἀπονοίας ἀποίσατο τὰ ἐπίχειρα· βραχείας γὰρ μερίδος τῶν βασιλικῶν ἀντιταχθείσης αὐτῷ φυγὰς ᾤχετο, καὶ τὸ κρησφύγετον αὐτοῦ ληφθὲν κατηρειπώθη ἐκ βάθρων αὐτῶν. Ὁ δὲ βασιλεὺς μετὰ τὸ τοῦτον τροπώσασθαι καὶ ἀφανίσαι ἄρδην, ἀναζεύξας ἐσκήνωσεν ἐν τῷ Λοβιτζῷ περὶ τοὺς αὐτοῦ πρόποδας. Ῥαγδαῖος δὲ ὄμβρος τῇ παρεμβολῇ ἐπικαταρραγεὶς καὶ νιφετὸς ἔξωρος Σεπτέμβριος