1

 2

 3

2

τῶν πολλῶν λεγομένων. Μιμησάτω οὖν καὶ ἡ ὑμετέρα φιλόχριστος θεοσέβεια τοὺς τὴν πίστιν τηρήσαντας ἀλωβήτως καὶ τὸν 290 καλὸν δρόμον ἐληλακότας ἐν τῷδε τῷ βίῳ διὰ τῶν ἀγαθῶν πράξεων καὶ κελεύσει ἀναδοθῆναι τῇ ταπεινῇ Θεογνώστου γυναικὶ καὶ τοῖς τέκνοις αὐτῆς τὸν ἀμπελῶνα αὐτῶν, ὃν εἶχον εἰς παραμυθίαν. Ἀρκεῖ γὰρ αὐτοῖς ἡ καταλαβοῦσα αὐτοὺς θλῖψις καὶ συμφορά, ἐκείνου μὲν ἐν ἐξορίᾳ τετελευτηκότος, τῆς δὲ ὑποστάσεως αὐτῶν πάσης ἀφαιρεθείσης. Ναί, παρακαλῶ σε λῦσαι πρὸς αὐτὴν τὴν μνησικακίαν σου μεμνημένη τοῦ σωτῆρος ἐν Εὐαγγελίοις παρακελευομένου ἡμῖν μὴ ἐπιδῦναι τὸν ἥλιον ἐπὶ τῷ παροργισμῷ ἡμῶν. Πάλιν δὲ αὐτοῦ διαρρήδην πρὸς τὸν πλούσιον ἐκεῖνον ἀποτεινομένου καὶ λέγοντος· Ἆφρον, τῇ νυκτὶ ταύτῃ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ, ἃ δὲ ἡτοίμασας, τίνι ἔσται; Μὴ συγκαταβήσεται ἡμῖν ἐν τῷ Ἅδῃ γλυκύτης καρποῦ ἀμπέλου ἢ ἡδύτης σύκων ἢ λιπότης ἐλαίου ἢ χρημάτων καὶ κτημάτων περιουσία καὶ δόξα ἀρχῆς; Οὐχὶ πάντα παρεῶντες ἀπερχόμεθα τῶν ἐνταῦθα γυμνοὶ καὶ ἀπροστάτευτοι; Οὐκοῦν τούτων πάντων μνημονεύουσα ἐπίτρεψον ἀναδοθῆναι τὸν ἀμπελῶνα, ἵνα εὖ σοι γένηται ἐν ἡμέρᾳ κρίσεως». 295 «Οὐκ οἶμαί σε, τέκνον πνευματικόν, ἀγνοεῖν ὡς αἱ ὑπὸ Θεοῦ τεταγμέναι κατὰ τὸν ἀπόστολον ἐξουσίαι οὐχ ὥστε ἐξεῖναι ἀδικεῖν, ἀλλ' ὥστε διορθοῦν τοὺς ἀδικοῦντας ἐτάχθησαν καὶ πρὸς τὸν ἔννομον καὶ δίκαιον βίον ἐνάγειν διὰ παντὸς καὶ ῥυθμίζειν τὸ ὑποχείριον· ὅπερ τηνικαῦτα κατορθοῦσθαι μάλιστα εἴωθεν, ὁπηνίκα πρῶτοι τῶν ἄλλων οἱ τὰς ἀρχὰς ἐγκεχειρισμένοι αὐτοὶ τοῦ δικαίου καὶ τῆς ἄλλης ἀρετῆς ἀντιποιούμενοι φαίνονται· φιλεῖ γὰρ ὡς τὰ πολλὰ πρὸς τὸ ἄρχον συνδιατίθεσθαί πως καὶ τὸ ἀρχόμενον.

Ἐπεὶ οὖν καὶ ὁ Θεοδώριχος ὁ πατρίκιος μηδὲν μηδέποτε τῷ ὑμετέρῳ κράτει προσεπταικὼς κατὰ τοὺς προσκεκρουκότας καὶ αὐτὸς τῇ τοῦ Θεοῦ τὰ νῦν ἐκκλησίᾳ προσπέφευγε μηδὲν ἀδίκως παθεῖν ἐξαιτούμενος, πληρωθῆναι τούτῳ παρ' ὑμῶν τὴν ἐξαίτησιν ἀξιῶ καὶ μὴ 296 θελῆσαι τὸ τῆς βασιλείας ἀνενδεὲς εἰς ἔνδειαν ἑνὸς τῶν ὑπὸ χεῖρα κατενεγκεῖν γῆς ἁπάσης καὶ θαλάσσης διακρατούσης. Οὕτω γὰρ ἔμπρακτοι τῆς ἀρετῆς ἀναφανέντες διδάσκαλοι διὰ τῆς ἐντεῦθεν περὶ τὴν βασίλειον ἀρχὴν εὐπραγίας καὶ τῆς ἐκεῖθεν βασιλείας ἀξιωθήσεσθε. Ἔρρωσό μοι καταλύφω, ἐνδοξοτάτη βασίλισσα, βασιλικῷ φρονήματι τὴν ἁλουργίδα κατασεμνύνουσα». «Οἶμαί σε μὴ ἀγνοεῖν, ὦ τέκνον», γεγράφηκεν, «ὡς ἐπιδόξων καὶ πλουσίων υἱὸς ἐγενόμην ἐγὼ καὶ πάντα ταῖς τῶν πενήτων χερσὶν ἀποδόμενος μόνῳ Χριστῷ ζῆν εὔχομαι καὶ πλουτεῖν ὃ καὶ ὑμᾶς ποιεῖν καὶ πάντας τοὺς εὐσεβεῖς ἀδιαλείπτως παρακαλῶ. Τοῦτο καὶ Θεοδώριχος διεπράξατο ἐμοὶ μὲν οὐδὲν δεδωκὼς (οὐδὲ γάρ, οὐδέ, εἰ ἐδίδου, ἔλαβον 297 ἄν), ἀλλὰ διὰ τῶν πενήτων Χριστῷ τῷ βασιλεῖ τῶν βασιλέων παρεσχηκώς. Οὐ μόνον οὖν ὃ πεπράχαμεν καὶ συνεβουλεύσαμεν, ἀλλὰ πλέον τι σὺν Θεῷ κατωρθωκότες αὐτοὶ τὸ πολλῷ καταδεέστερον καὶ τὴν ἐσχάτην ἐπέχον τάξιν τῆς ἀρετῆς ἐδιδάξαμεν. Ἡμεῖς μὲν γὰρ πρὸς τὸ τῶν ἀλλοτρίων ἀποσχέσθαι καὶ τὰ οἰκεῖα τοῖς ἐνδεέσι προήκαμεν· σὲ δὲ τῶν οἰκείων ἐχομένην τῶν ἀλλοτρίων ἀφίστασθαι ὡς ἀγαθοὶ νενουθετήκαμεν σύμβουλοι. Πρὸς μέντοι τὸ πάντες ἐσμὲν εἰς τὸ νουθετεῖν σοφοί, τοὐναντίον ἐγώ γε φαίην ἄν, ὡς οὐδείς ἐστι κυρίως σοφός, εἰ μὴ μόνος ὁ χάριν σοφίας παρὰ Θεοῦ εἰληφώς, πῶς δὲ καὶ ἁμαρτάνοντες οὐ γινώσκομεν, ἀπαραλογίστου πᾶσι τοῦ τῆς συνειδήσεως κριτηρίου τυγχάνοντος; Πλὴν «Μακάριος», κατὰ τὸν θεῖον ἀπόστολον, «ὁ μὴ κρίνων ἑαυτόν, ἐν ᾧ δοκιμάζει» ... 503 Τοῦ ἐν ἁγίοις Χρυσοστόμου πρὸς τὴν βασίλισσαν Εὐδοξίαν περὶ τοῦ ἀμπελῶνος τῆς χήρας Ὁ μὲν θεὸς πάσης ὢν φύσεως δημιουργὸς πάσης κατ' οὐσίαν ὑπερανέστηκεν ἐξουσίας καὶ κυριότητος· ἄνθρωποι δὲ πάντες ἴσοι, κἂν ὁ μὲν ἄλλου, ὁ δὲ ἑτέρου προέχειν δοκῇ. Καί σοι τοίνυν τὰ σκῆπτρα τῆς βασιλείας ἀπένειμεν, οὐχ ἵνα σαυτὴν τῶν ἄλλων ὑπερέχειν νομίζῃς, ἀλλ' ἵνα ἰσονομίαν τῷ κοινῷ καὶ δικαιοσύνην βραβεύῃς· δόξα γὰρ καὶ πλοῦτος καὶ περιφάνεια κοσμικὴ οὐκ