1

 2

 3

2

ἐκβαλεῖ καὶ μὴ θέλοντα· εἰς ὑποκατάστασιν γὰρ τὴν βιωτικὴν πάντες παρελάβομεν κτῆσιν καὶ μόνην ταύτης τὴν χρῆσιν· ἕκαστος καρπούμενος ἄπεισιν, βραχὺ παρὰ τοῦ βίου κομιζόμενος μνῆμα. Τοῦτο γὰρ πάσης εὐημερίας τὸ τέλος, τοῦτο τῶν βιωτικῶν ἀγαθῶν τὸ συμπέρασμα. Μετὰ πολύπλεθρον κτῆσιν καὶ χρυσὸν πολυτάλαντον στενήν τινα καὶ δυσώδη κληρονομοῦμεν σορόν.

Ὄντως Πᾶσα σὰρξ χόρτος καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος 64.457 χόρτου. Μικρὰ σφοδρότης πυρετῶν ἐμπεσοῦσα πᾶσαν τοῦ βίου τὴν εὐθηνίαν ἐσκόρπισεν· προσέλεγε μὲν γὰρ ἔξωθεν ἡ τέχνη τὰ φάρμακα· τοῖς φαρμάκοις δὲ πυκτεύων ἀοράτως ὁ θάνατος, κατὰ μικρὸν προϊὼν χειροῦται τὸν ἄῤῥωστον· ὁ δὲ βλέπων τὸν ἄφυκτον ἐγκείμενον δήμιον, καὶ τὴν ψυχὴν βιαίως ὠθοῦντα πρὸς ἔξοδον, τρέπει μὲν στένων τὴν κεφαλὴν ἐφ' ἑκάτερα, περιφέρει δὲ τὸ βλέμμα σὺν δάκρυσιν. Οὐδαμόθεν δὲ τῆς βίας βοήθεια· οὐκ οἰκέται, τὴν κλίνην περιεστῶτες, ἑλκόμενον σώζουσιν, οὐ τὰ τῶν φίλων κολακεύει τὸν θάνατον δάκρυα, οὐ χρυσὸς τὴν πρὸς τὸν κριτὴν κωλύει παράστασιν. Ἀδωροδόκητος γὰρ ὁ θάνατος δήμιος, καὶ δεξιὰν οὐκ ἔχων τῷ χρυσῷ πειθομένην, οὐδὲ πλουσίου ἐξαργυρίζων νεκροὺς, ἀλλὰ πάντας ἐν τάφοις ὡς ἐν εἱρκταῖς φυλακίζων. Πρὸς τὰ τῶν ὀστῶν παράκυψον λείψανα, καὶ πικρότερον κλαύσεις τοῦ βίου τὸ μάταιον. Τετέφρωται πρόσωπον, μελανθὲν ὑπὲρ ἄσβολον· ὀφθαλμοὶ διατέτρηνται σηπεδόνι γλυφέντες· διακέχηνεν στόμα καὶ πάροδον πολλάκις ἑρπετῶν ὑποδέχεται. Τί καθ' ἕκαστον μέλος ἐνδιατρίβω; Φθορᾷ σκώληκες, ἅπαν τὸ σῶμα καθάπερ πολέμιοί τινες συμμερίζονται καὶ σάρκας καὶ νεῦρα καὶ φλέβας ἀκριβῶς ἐρευνῶντες. Καλῶς ἄρα τὸ βρέφος τῆς γαστρὸς παρακύψαν, θρήνων εὐθέως οὐ γέλωτος ἄρχεται· κλαίει γὰρ ὥσπερ τοῦ βίου καταβοῶν, παρ' οὗ θνησιμαίων ἐκ προοιμίων ἀπογεύεται δώρων. Τεχθὲν γὰρ χεῖρας εὐθέως σπαργανοῦται καὶ πόδας καὶ δεσμοῖς ἐνειλημμένον τῆς θηλῆς ἀπολαύει, ὡς προοιμίου ζωῆς προδρόμου νεκρώσεως. Ἄρτι τὸ βρέφος εἰς ζωὴν παρελήλυθεν, καὶ νεκρῶν εὐθέως αὐτῷ στολισμὸς προσηνέχθη. Ὑπομιμνήσκει γὰρ τοῦ τέλους τοὺς τεχθέντας ἡ φύσις· διὸ καὶ τὸ παιδίον γεννηθὲν ἀποδύρεται καθάπερ τῇ μητρὶ διὰ τοῦ θρήνου βοῶν· Τί μὲ πρὸς ταύτην, ὦ μῆτερ, τὴν ζωὴν ἀπεκύησας, ἐν ᾗ τοῦ ζῇν ἡ προσθήκη προσκοπὴ πρὸς τὸν θάνατον; Τί με πρὸς πολυτάραχον αἰῶνα παρήγαγες οὐ τεχθέν; Τί μοι τὰ προοίμια σπάργανα; Τί μὲ τοιούτῳ παρήγαγες βίῳ, ἐν ᾧ καὶ νεότης ἐλεεινὴ τρυγωμένη πρὸ γήρως, καὶ γῆρας φευκτὸν ὡς ἐπὶ θάνατον ἄγον; ∆εινὸν, ὦ μῆτερ, τοῦ βίου τὸ στάδιον, θάνατον ἔχον τῶν τρεχόντων καμπτῆρα. Πικρὰν τὴν βιωτικὴν ὁδοιποροῦμεν ὁδὸν, καὶ τάφον ἔχουσαν τῶν ὁδευόντων κατάλυμα. Χαλεπὸν τὸ τοῦ βίου διαπλέομεν πέλαγος· ᾅδην γὰρ ἔχει πειρατὴν ἐφεστῶτα. Οὐχ ὡς πονηρὸν στηλιτεύω τὸν βίον; Τοῦτο γὰρ τῶν τῆς μανίας ἐπωνύμων τὸ νόσημα· ἀλλ' ὡς προσκαίρου μὴ σφοδρῶς ἐξηρτῆσθαι μαρτύρομαι. Ταύτην τοῦ βίου καὶ Παῦλος κηρύττων τὴν ἀθλιότητα, τὴν τῆς κτίσεως φύσιν εἰσῆγεν στενάζουσαν· Πᾶσα, φησὶν, ἡ κτίσις στενάζει καὶ συνωδίνει ἄχρι τοῦ νῦν. Ὅλη γὰρ σκυθρωπότητος ἡ κτίσις ἀνάμεστος· κἂν ἀκριβῆ ποιήσῃ τῶν ὄντων ἐρεύνησιν, τὸν οἰκεῖον ἐν ἑκάστῳ στεναγμὸν καθοπτεύσεις· πρῶτος παρ' ἀνθρώπων στεναγμὸς ἀναπέμπεται τῇ τῆς φθορᾶς λειτουργούντων δαπάνῃ. 64.460 Στένει μετ' ἀνθρώπων καὶ γῆ, τὴν κατάραν δι' ἡμᾶς δεξαμένη· ἀποδύρεται θάλαττα, καλὴ μὲν ἐξ ἀρχῆς παρὰ Θεοῦ γενομένη, τάφος δὲ μετὰ τὴν ἁμαρτίαν εὑρισκομένη πολλοῖς. Σκυθρωπάζει καὶ ἥλιος, τοὺς τὸν αὐτοῦ κτίστην οὐχ ὁρῶντας φωτίζων· ἀστέρες σὺν σελήνῃ στενάζουσιν, ὅτι διὰ τῆς εἰρηναίου μετ' ἀλλήλων χορείας τὸν εἰρηνοποιὸν δεικνύντες οὐ πείθουσιν. Οὐδὲ τῶν κτηνῶν τὸ γένος ἀστένακτον· οὐ μόνον εἰς ἡμᾶς ἀπαραιτήτῳ δουλείᾳ κοπτόμενα, ἀλλὰ καὶ δαίμοσι μάτην ἐν γωνίαις σφαττόμενα.

Κοινός τις τῆς κτίσεως πανταχόθεν ὁ θρῆνος τὴν τῆς παρούσης ζωῆς κλαιούσης κατάστασιν, ἣν εὐστόχως κέκληκεν ὁ προφήτης εἰκόνα· Τὰ σύμπαντα