1

 2

 3

 4

2

Λάζαρος, ὃς ἐβέβλητο πρὸς τὸν πυλῶνα αὐτοῦ, τῇ τρικυμίᾳ τῆς πτωχείας σφοδρῶς κλονούμενος, ἀλλὰ μετ' οὐ πολὺ εἰς τὸν εὔδιον κόλπον τοῦ Ἀβραὰμ ὑπ' ἀγγέλων δορυφορούμενος. Πτωχὸς δέ τις ἦν Λάζαρος, ὃς πρὸς τὸν πυλῶνα τοῦ πλουσίου ἐβέβλητο ἡλκωμένος. Ὢ πόσοις κακοῖς ὁ πτωχὸς συνείχετο! ὑπὸ τῆς βαρυτάτης πενίας, ὥσπερ ὑπὸ χαλάζης βιαίας ἐκολαφίζετο· ὑπὸ τῶν ἀναζεουσῶν φλυκταινῶν, ὥσπερ ὑπὸ ἀνθράκων σπινθηροβόλων διησθίετο· πανταχόθεν χείμαῤῥοι αὐτῷ θλίψεως προσηῤῥάσσοντο, τὸ σῶμα διαλύοντες, τὴν καρδίαν συνθρύπτοντες· οὐδεμία αὐτῷ ἄνεσις γαλήνης ηὑρίσκετο. Ἔξωθεν μάχαι ἔσωθεν φόβοι. Ἔξωθεν γὰρ τὸ σῶμα ὑπὸ τῶν φλυκταινῶν ἐδαμάζετο, καὶ ἔσωθεν ἡ καρδία ὑπὸ τῶν ἀπαραιτήτων φροντίδων διησθίετο. Οὐ χώρα αὐτῷ σιτοφόρος σπέρμα ἄρτου προσέφερεν, οὐκ ἄμπελος αὐτῷ βότρυν γλυκύῤῥωγον προσεκόμιζεν, οὐ δένδρον ὀπώρας ἥδιστον καρπὸν αὐτῷ ἐγεώργει, οὐδ' ἄλλο τι τῶν γεηρῶν πρὸς τὴν τῆς πενίας παραμυθίαν ἦν. Πῶς γὰρ, ᾧ οὐδὲ σπιθαμὴ γῆς ἀροσίμου τόπος ὑπῆρχεν, οὔτε πηχυαῖον ἔδαφος εἰς κατοίκησιν, ἀλλ' αἴθριος ἐβέβλητο ἐπὶ τῆς κοπρίας; Κόπρος αὐτῷ καὶ ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ περιβόλαιον ἦν, θάλπουσα μὲν ἐν τῷ χειμῶνι ἐκ μέρους, ἐν δὲ τῷ θέρει δεινῶς κατακαίουσα. Κατεστιγμένον εἶχε τὸ σῶμα τοῖς τραύμασιν, ἀδρανὲς πρὸς γεωργίαν, ἄχρηστον πρὸς ὁδοιπορίαν καὶ ἐμπορίαν, καὶ πρὸς τὰς ἄλλας 59.594 τῶν χρειῶν ἀφορμὰς ἀνεπιτήδειον. Πανταχόθεν αὐτῷ ἀπορία, πανταχόθεν στένωσις· στεναγμοὶ αὐτῷ πρὸ δακρύων ἐπὶ τῇ καρδίᾳ τριβόλων δίκην ἐφύοντο· ὀχετοὶ δακρύων ἐπὶ παρειῶν αὐτῷ ἐφέροντο τῇ συνεχεῖ τῶν δακρύων ῥύμῃ αὐλακιζόμεναι· θάνατον ἐν τοῖς ὕπνοις ἐμελέτα, θάνατον μετὰ τὸν ὕπνον περιεβλέπετο, καὶ οὐδαμοῦ εὕρισκεν. Πόνων γὰρ καὶ φροντίδων μακρῶν ὡς λυτήριον ἐπεζήτει τὸν θάνατον, οὐδὲν ἀπεοικὼς τῷ πολυάθλῳ Ἰώβ. Καὶ γὰρ ἐκεῖνος ἀπωλέσας τὰ χρήματα, τὰ βουκόλια, τὰ κτήματα, τελευταῖον γυμνὸς τὸ σῶμα τοῖς σκώληξι συνειλημμένος, ἐπὶ τῆς κοπρίας ἐβέβλητο, καὶ θάνατον ἐπεθύμει. Τί γὰρ ἔλεγε; Ἵνα τί δέδοται τοῖς ἐν πικρίᾳ φῶς, ζωὴ δὲ ταῖς ἐν ὀδύναις ψυχαῖς; Οἱ ἱμείρονται τοῦ θανάτου, καὶ οὐ τυγχάνουσιν, ἀνορύττοντες αὐτὸν ὥσπερ θησαυρόν· περιχαρεῖς δὲ ἐγένοντο, ἐὰν κατατύχωσι· θάνατος γὰρ ἀνδρὶ ἀνάπαυσις. Ἀλλὰ καὶ ἐπεθύμει, φησὶν, ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τοῦ πλουσίου χορτασθῆναι, καὶ οὐδεὶς ἐδίδου αὐτῷ. Ὢ βίου ἀλλοκότου! ὁ μὲν πλούσιος ἐν τῷ πολυφόρτῳ ῥεύματι τῆς τρυφῆς καταρδευόμενος ἐμέθυεν, ὁ δὲ πένης μηδεμίαν ἔχων εὐπορίας ἰκμάδα, τῷ καύσωνι τῆς πενίας ἐμαραίνετο. ∆ιὰ τί γὰρ αὐτοῖς εὔκρατος ὁ πλοῦς τοῦ βίου ἐν τῇ πρὸς ἀλλήλους κοινωνίᾳ οὐ γεγένηται; ∆ιὰ τί; Ἵνα ὁ μὲν πένης λαμπροὺς τοὺς στεφάνους τῆς ὑπομονῆς ὑποδέξηται, ὁ δὲ πλούσιος τῆς ἀποτεθηριωμένης ψυχῆς τοὺς ὄμφακας τοῖς οἰκείοις ὀδοῦσι μασήσηται. Ἀλλὰ καὶ οἱ κύνες, φησὶν, ἐρχόμενοι ἀπέλειχον τὰ ἕλκη αὐτοῦ. Εὐγενέστεροι οἱ κύνες τοῦ πλουσίου, ἀγαθώτεροι τῆς ἐκείνου ἀπανθρωπίας. Ἐκείνου μηδέποτε ψεκάδα ἐλαίου δροσίσαντος τῷ πένητι, οἱ κύνες τὴν ἀκμὴν τῶν ὀδόντων τῇ φιλανθρωπίᾳ πραΰναντες, ἁπαλῇ τῇ γλώσσῃ αὐτὸν ἐθεράπευον, ὡς ἂν πᾶσαν ῥυπαρίαν καὶ πάντα ἰχῶρα τῶν τραυμάτων αὐτοῦ ἀποσμήχοντες· καὶ τὰ ἄγρια ἕλκη τῇ λειότητι τῆς γλώττης τιθασσεύοντες, τοὺς πόνους τῶν τραυμάτων αὐτοῦ ὑπέκλεπτον ἠρέμα. Ὁ δέ γε πλούσιος οὐδὲ ὄμμα ἱλαρὸν ἐχαρίσατο τῷ πένητι πώποτε, οὐδὲ λόγον κἂν ἄκαρπον, οὐ ῥάκος αὐτῷ ἐπέῤῥιψεν, οὐ σίτων λείψανον, οὐκ ὀβολὸν ἕνα ὑπὸ ἰοῦ δεδαπανημένον, οὐκ ἄρτον, οὐ κλάσμα ἄρτου ὑπ' εὐρῶτος διεφθαρμένον, ἀλλὰ πάντα ἐν τῇ αὐτοῦ γαστρὶ, ὥσπερ ἐν πανδοχείῳ, διὰ τῆς τοῦ φάρυγγος χώνης ἐνέῤῥιπτεν. βʹ. Ἀλλὰ τί; Οἷα ἑκάστου τὰ ὀψώνια, τοιαῦται καὶ αἱ ἀνταποδόσεις. Συνέβη δὲ,