1

 2

2

καὶ πόσης χαρᾶς, μὴ κτησάμενοι τὴν ἀγάπην! Ταύτην Ἰούδας μὴ θελήσας κτήσασθαι, ἐκ μέσου τοῦ χοροῦ τῶν ἀποστόλων ἐξῆλθε, καταλιπὼν τὸ φῶς τὸ ἀληθινὸν, τὸν ἑαυτοῦ διδάσκαλον καὶ τοὺς ἰδίους ἀδελφοὺς μισήσας ἐν τῷ σκότει ἐπορεύθη. ∆ιὸ καὶ ὁ κορυφαῖος Πέτρος ἔλεγε· Παρέβη Ἰούδας πορευθῆναι εἰς τὸν τόπον τὸν ἴδιον. 62.772 Καὶ πάλιν Ἰωάννης ὁ θεολόγος λέγει· Ὁ μισῶν τὸν ἀδελφὸν αὑτοῦ, ἐν τῇ σκοτίᾳ ἐστι, καὶ ἐν τῷ σκότει περιπατεῖ, καὶ οὐκ οἶδε ποῦ ὑπάγει, ὅτι ἡ σκοτία ἐτύφλωσε τοὺς ὀφθαλμοὺς αὐτοῦ. Ἐὰν δὲ εἴπῃς, ὅτι Κἂν τὸν ἀδελφόν μου οὐκ ἀγαπῶ, ἀλλὰ τὸν Θεὸν ἀγαπῶ, ἐλέγχει σε Ἰωάννης λέγων· Ἐάν τις εἴπῃ, Τὸν Θεὸν ἀγαπῶ, καὶ τὸν ἀδελφὸν αὑτοῦ μισεῖ, ψεύστης ἐστίν. Ὁ γὰρ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὑτοῦ, ὃν ἑώρακε, τὸν Θεὸν, ὃν οὐχ ἑώρακε, πῶς δύναται ἀγαπᾷν; Ὁ οὖν ἔχων μετὰ πάντων τῶν ἀδελφῶν ἀγάπην, ὁ μὴ ἔχων ἔχθραν κατά τινος, ὁ πληρῶν τὸν λόγον τοῦ Ἀποστόλου, Ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τὸν παροργισμὸν ὑμῶν, οὗτος ἀγαπᾷ τὸν Θεὸν, οὗτος μαθητὴς αὐτοῦ ἐστι, τοῦ εἰπόντος, ὅτι Ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοῦ μαθηταί ἐστε, ἐὰν ἀγάπην ἔχητε μετ' ἀλλήλων.

Φανερὸν οὖν ἐστιν, ὅτι οἱ τοῦ Χριστοῦ μαθηταὶ ἐκεῖθεν γνωρίζονται ἐκ τῆς ἀληθινῆς ἀγάπης. Ὁ δὲ ἔχων μῖσος κατὰ τοῦ ἀδελφοῦ αὐτοῦ, κἂν δοκῇ ἀγαπᾷν τὸν Χριστὸν, ψεύστης ἐστὶ καὶ φρεναπατᾷ ἑαυτόν. Λέγει γὰρ ὁ ἀπόστολος Ἰωάννης, ὅτι Ταύτην ἐντολὴν ἔχομεν παρ' αὐτοῦ, ἵνα ὁ ἀγαπῶν τὸν Θεὸν, ἀγαπᾷ καὶ τὸν ἀδελφὸν αὑτοῦ· καὶ πάλιν ὁ Κύριος, Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου, καὶ τὸν πλησίον σου ὡς ἑαυτόν· καὶ ἐπήγαγε, θέλων δεῖξαι τὴν δύναμιν τῆς ἀγάπης, λέγων· Ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος καὶ οἱ προφῆται κρέμανται. Ὢ θαῦμα ἐξαίσιον, ὅτι ὁ ἔχων τὴν ἀνυπόκριτον ἀγάπην, ὅλον τὸν νόμον πληροῖ. Πλήρωμα γὰρ νόμου ἡ ἀγάπη, ὥς φησιν ὁ Ἀπόστολος. Ὢ δύναμις ἀγάπης ἀνείκαστος! ὢ δύναμις ἀγάπης ἀμέτρητος! οὐδὲν τῆς ἀγάπης τιμιώτερον, οὔτε ἐν οὐρανῷ, οὔτε ἐπὶ τῆς γῆς. ∆ιὰ τοῦτο Παῦλος ὁ Ἀπόστολος μαθὼν ὅτι οὐδὲν τῆς ἀγάπης ἀντάξιον, ἔγραψε καὶ ἀπέστειλεν εἰς τὰ πέρατα τῆς οἰκουμένης, λέγων· Ἀδελφοὶ, μηδὲν ὀφείλετε, εἰ μὴ τὸ ἀλλήλους ἀγαπᾷν, καὶ τὰς ψυχὰς ὑπὲρ ἀλλήλων τιθέναι. Αὕτη γάρ ἐστιν ἡ ἀγάπη πάντων τῶν ἀρετῶν τὸ κεφάλαιον, τὸ ἅλας τῶν ἀρετῶν· ἡ ἀγάπη τὸ πλήρωμα τοῦ νόμου, ἡ ἀγάπη ἡ ἀπλανὴς σωτηρία. Αὕτη ἐξ ἀρχῆς ἐνίκησεν ἐν τῇ καρδίᾳ τοῦ Ἄβελ, αὕτη τοῦ Νῶε κυβερνήτης γέγονεν, αὕτη τοὺς πατριάρχας συνήργησεν, αὕτη τὸν Μωϋσέα διέσωσεν, αὕτη τὸν ∆αυῒδ οἰκητήριον τοῦ ἁγίου Πνεύματος ἐποίησεν, αὕτη ἐν τοῖς προφήταις κατεσκήνωσεν, αὕτη τὸν Ἰὼβ ἐνίσχυσε· καὶ τί οὐ λέγω τὰ μείζονα; αὕτη τὸν Υἱὸν τοῦ Θεοῦ ἐκ τῶν οὐρανῶν πρὸς ἡμᾶς κατήγαγε. ∆ιὰ τῆς ἀγάπης ὁ ἄσαρκος σαρκοῦται, ὁ ἄναρχος ἄρχεται, ὁ Υἱὸς τοῦ Θεοῦ υἱὸς ἀνθρώπου γίνεται· διὰ τῆς ἀγάπης πάντα τὰ πρὸς σωτηρίαν οἰκονομεῖται· ὁ θάνατος κατήργηται, ὁ διάβολος κατεβλήθη, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ Εὔα ἠλευθέρωται· διὰ τῆς ἀγάπης μία ποίμνη γέγονεν ἀγγέλων καὶ ἀνθρώπων διὰ τῆς ἀγάπης ἡ κατάρα λέλυται, ὁ παράδεισος ἠνέῳκται, ἡ ζωὴ πεφανέρωται, ἡ βασιλεία τῶν οὐρανῶν ἐπήγγελται.

Αὕτη τοὺς ἁλιεῖς τῶν ἰχθύων σαγηνεύσασα, ἁλιεῖς τῶν ἀνθρώπων ἐποίησεν, αὕτη τοὺς μάρτυρας συνήθλησε καὶ ἐνίσχυσεν, αὕτη τὰς ἐρήμους πολίτας ἀνέδειξεν, αὕτη τὰ ὄρη καὶ τὰ σπήλαια ψαλμῳδίας ἐπλήρωσεν, αὕτη τοὺς ἀγγέλους καὶ ἀνθρώπους ἓν ἀπειργάσατο, ἄνδρας τε καὶ γυναῖκας τὴν στενὴν καὶ τεθλιμμένην βαδίζειν ὁδόν. Ἀλλὰ μέχρι τίνος ὑστ** διώκειν τὸν ἀκατάληπτον.