1

 2

 3

2

κινδυνεύματα. Εἰ βούλει κομβινεύειν καὶ διατάσσεσθαι, δύνασαι τοῦτο ποιεῖν μᾶλλον ἐν τῷ θεωρήματι πνευματικῷ. Ζεῦξον κατὰ τῶν θηλυμανῶν ἵππων τοῦ διαβόλου τοὺς εὐσεβεῖς σου λογισμούς· ἀντιδιάταξαι κατ' ἰσχυρῶν μακροθυμίαν. Κρεῖττον γὰρ, φησὶ, μακρόθυμος ἰσχυροῦ· κατὰ ἰουδαϊσμοῦ χριστιανισμὸν, καθ' ἑλληνισμοῦ θεοσέβειαν, κατὰ πορνείας σωφροσύνην, κατὰ πλεονεξίας ἐλεημοσύνην, κατὰ ψεύδους ἀλήθειαν, κατ' ὀργῆς πραότητα καὶ ἐπιείκειαν. Πάλιν κατ' ὀξέων ζεῦξον καθυποτακτὰς, τουτέστι, κατὰ θυμοῦ καὶ λύπης πραϋθυμίαν ( Πραΰθυμος γὰρ, φησὶν, ἀνὴρ, καρδίας ἰατρός)· κατ' ὀξέων πραϋθυμίαν, κατ' ἔχθρας φιλίαν, κατὰ μίσους ἀγάπην, κατὰ θλίψεως εὐχαριστίαν, καθ' ὑπερηφανίας ταπεινοφροσύνην, κατὰ πονηρίας ἀγαθωσύνην, καὶ κατὰ παντὸς ἅπαξ ἐναντίου πράγματος τὴν ὀρθόδοξον καὶ σωτήριον πίστιν ἔχε.

∆εῖ δέ σε ἡνιοχοῦντα καὶ τὴν τοῦ πνεύματος ἔχειν ἐγκράτειαν, ἵνα μὴ ναυσιασμῷ περιπεσὼν ἀκηδιάσῃς. Ὁ γὰρ ἀγωνιζόμενος, φησὶ, παντὸς ἐγκρατεύεται· ἐκεῖνοι μὲν οὖν ἵνα φθαρτὸν στέφανον λάβωσιν, ἡμεῖς δὲ ἄφθαρτον. Λάβε καὶ τὴν κασσίδα τοῦ σωτηρίου, καὶ τὸ φραγέλλιον ἐν τῇ χειρί σου, ὃ Κύριος ἡμῶν Ἰησοῦς ποιήσας ἐκ σχοινίου, ἤλαυνεν ἀπὸ τοῦ 59.570 ἱεροῦ τοὺς τοῦ διαβόλου ἐμπόρους. Στῆκε ἑδραίως ἐπὶ τὸ σκεῦος τῆς ἐκλογῆς· ἀνάβηθι ἐπὶ τὸ ἅρμα τοῦ εὐνούχου, ὦ Φίλιππε, τοῦ ἀπηλλαγμένου τῆς ἀκαθαρσίας πάσης· ἀνάβηθι ἐπὶ τὸ ἅρμα· ἀμετεωρίστως ἀτένιζε τὸν τῷ ἀναγνώσματι τοῦ Εὐαγγελίου διακονοῦντα μαμπάριον. Μήτις με δόξῃ γελοιάζοντα λέγειν· οὐ ψεύδομαι. Ὡς γὰρ ἐν τῷ ἱπποδρομίῳ πάντων οἱ ὀφθαλμοὶ ἐπὶ τὸν μαμπάριον, πεπηγότος τοῦ σημάντρου, ἀτενίζουσιν. ἐκδεχομένων ἐν τῇ βουλῇ ἐκείνου τὸ ἄνοιγμα· οὐδὲν ἧττον καὶ οἱ ἐπὶ τὴν ἐκκλησιαστικὴν θεωρίαν εἰς τὸ αὐτὸ ἀθροιζόμενοι, τοῦ διακόνου ἀνοίγειν μέλλοντος τὸ τοῦ Εὐαγγελίου τετράθυρον, πάντες αὐτῷ ἀτενίζομεν ἡσυχίαν παρέχοντες, καὶ ἡνίκα τοῦ δρόμου τῆς ἀναγνώσεως ἄρξηται, εὐθέως διανιστάμεθα ἡμεῖς, ἐπιφωνοῦντες· Ἀλλὰ δόξα σοι, Κύριε. Ἀνάβηθι ἐπὶ τὸ ἅρμα, θήρευσον, ἀποδρόμησον, κατάστειλον, ἔκβαλε, ἀπόστρεψον, πίασον, καὶ ποίησον ἐκ τοῦ στόματος τὴν καλὴν ὁμολογίαν, ἀποδρόμησον κατὰ τοῦ ἐναντίου· Ὁ γὰρ πορευόμενος ἁπλῶς, πορεύεται πεποιθώς. Κατάστειλον αὐτὸν ὡς ὁ ∆αυῒδ τὸν Γολιὰθ, ἔκβαλλε αὐτὸν ὡς ὁ Ἑλισσαῖος τὸν Γιεζὶ, πίασον αὐτὸν ὡς ὁ Ἡλίας τὸν Ἀχαὰβ ἐν τῷ ἀμπελῶνι τοῦ Ναβουθαὶ, ἀπόστρεψον αὐτὸν εἰς τὸ σκότος τὸ ἐξώτερον, ὅπου ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων· πρόσεχε σεαυτῷ.

Προσέχετε γὰρ, φησὶν, ἑαυτοῖς, μήποτε βαρυνθῶσιν ὑμῶν αἱ καρδίαι ἐν κραιπάλῃ καὶ μέθῃ. Πάντα βάστασον· Ἀλλήλων γὰρ, φησὶ, τὰ βάρη βαστάζετε. Ἄνοδα ἔχων φυλάττου, Μή ποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου· μὴ ἀποστρεφόμενος εἰς τὰ ὀπίσω, μνημονεύων τῆς γυναικὸς Λώτ. Μέσον ἔχε ὁδὸν δικαιοσύνης, μὴ ἐκκλίνῃς εἰς τὰ δεξιὰ, μηδ' εἰς ἀριστερά. Ἔσωθεν ζήτει ἐκ τοῦ παραδείσου, ἔσωθεν ζήτει. Ἐκ γὰρ τῆς καρδίας ἐξέρχονται διαλογισμοὶ πονηροὶ, φόνοι, μοιχεῖαι, κλοπαὶ, ψευδομαρτυρίαι, καταλαλιαὶ, βλασφημίαι, τὰ κοινοῦντα τὸν ἄνθρωπον. Μὴ συναναβῇς αὐτῷ, ὡς οὐδὲ ὁ Θεὸς τῷ Ἰσραὴλ, ὅτι σκληροτράχηλός ἐστι· μὴ συναναβῇς αὐτῷ· εἰς ἁμαρτίαν σε καλεῖ. Αὐτός σε κάμψει. Καὶ γενοῦ πρὸ αὐτοῦ, λέγων αὐτῷ· Ὕπαγε ὀπίσω μου, Σατανᾶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων. Ἔξω μεῖνον, ὡς Ἠλίας φεύγων τὴν Ἰεζαβέλ· σπεῦδε εἰς τὸ βραβεῖον τῆς ἄνω κλήσεως. Μή σε καταλάβῃ, ὡς οὐδὲ Ἀβεσσαλὼμ παῖδες τοὺς περὶ Ἰωναθὰν, καὶ Ἀχιμαὰς τοὺς ἱερεῖς τοῦ Κυρίου φεύγοντας· μή σε πιάσει, ὡς οὐδὲ βασιλέως Ἱεριχὼ παῖδες τοὺς κατασκόπους· ἀλλ' εἰ δυνατὸν, ἀπάτησον αὐτὸν ὡς Ῥαὰβ τοὺς ἐρευνῶντας ἡ πόρνη. Μή σε καθυποτάξῃ, ὡς οὐδὲ Φαραὼ τοὺς περὶ Μωϋσέα καὶ Ἀαρών· ἀλλὰ περίκαμψον αὐτὸν, ὡς οἱ μάγοι Ἡρώδην. Μὴ ἀγωνιάσῃς· ἔχεις γὰρ τὸν διατάκτην Θεὸν, καὶ ἰατρὸν τὸν Χριστόν. Μηδὲν πτοηθῇς· ἔχεις γὰρ