2
εἰς τὴν οἰκίαν σου, ἢ ἀπέθανεν, ἢ ἀπώλετο, ἢ ἀδόκιμον εὑρίσκεται, καὶ γίνεταί σοι διπλοῦς ὁ κόπος. Ἐπὶ δὲ τῆς βασιλείας τοῦ Θεοῦ οὐδὲν τοιοῦτον ὑπομένεις· οὐχ ὁδοιπορίας κόπον καὶ καύσωνος χαυνότητα, οὐ λύπην ἀποτυχίας· οὐδὲν τούτων. Ἀλλ' ἔσω καθημένου σου ἐν τῇ οἰκίᾳ, ἔρχεται ὁ πένης πωλῶν τὸν παράδεισον, καὶ λέγει· ∆ὸς ἄρτον, καὶ λάβε παράδεισον· δὸς ἀπότριμμα ἱματίου, καὶ λάβε βασιλείαν οὐρανῶν. Καὶ οὐ λέγω σοι πόσου, ἵνα μὴ ὑπερτίθῃ, πενίαν ἀναλαμβανόμενος. Ὅσου θέλεις ἀγόρασον τὸν παράδεισον ∆ὸς ἄρτον. Οὐκ ἔχεις ἄρτον; ∆ὸς ὀβολὸν, δὸς ποτήριον ψυχροῦ ὕδατος. Ὃ θέλεις δὸς, ὃ ἔχεις· πάντα δέχομαι. Μόνον ἀγόρασον τὸν παράδεισον. Μίμησαι τὴν 64.437 χήραν ἐκείνην τὴν θαυμαστὴν, ἥ τις δράκα ἀλεύρου ἀπέδωκεν, καὶ τὴν βασιλείαν ἐκληρονόμησε τῶν οὐρανῶν. Καὶ πάλιν ἄλλη χήρα, ἡ ἐν τῷ Εὐαγγελίῳ μνημονευομένη, μηδὲν ἔχουσα ἄλλο, εἰ μὴ δύο λεπτὰ καὶ μόνον, καὶ ἐκεῖνα ἔβαλεν ἐν τῷ γαζοφυλακίῳ, καὶ ἠγόρασεν τὸν παράδεισον. ∆ʹ. Οὐ χρηματίζει ὁ πωλῶν τὸν παράδεισον, ἀλλὰ ψυχὴν ἐλεήμονα καὶ καρδίαν εὐπροαίρετον. ∆ὸς τῷ πένητι, καὶ κτῆσαι τὸν Θεὸν χρεωστήν. Ὁ ἐλεῶν πτωχὸν, δανείζει Θεῷ. Καὶ πότε, φησὶν, ἀποδιδοῖ ὁ δανεισάμενος; Πότε; Ὅτε ἀφιεὶς τὰ χρήματα, τὰς οἰκίας, τὸν χρυσὸν, τὸν ἱματισμὸν, τὰ λοιπὰ πάντα, καὶ ἀπέρχῃ γυμνὸς, καὶ πάντα ἐγκαταλιπών· τότε ὁ δανεισάμενος μετ' εὐχαριστίας ἀποδίδωσιν. Πρόπεμψόν σου τὰ χρήματα ἐκεῖ, καὶ τότε σὺ ὕπαγε. Μὴ ἀναμένῃς τὸν χρυσὸν, μὴ τηρήσῃς αὐτά. Ἄδηλος ὁ βίος· οὐκ οἶδας πότε ἐξέρχῃ τοῦ βίου. Ὡς γὰρ κλέπτης ἐν νυκτὶ, οὕτως ἔρχεται ὁ θάνατος. Οἵᾳ ὥρᾳ οὐ γινώσκεις καὶ προσδοκᾷς, πορεύῃ· καὶ τὰ χρήματά σου ὧδε μένει καὶ ἐκεῖ ἐπιθυμεῖς ῥανίδα ὕδατος, ἵνα βρέξῃς τὰ χείλη, καὶ ἄλλοι ὧδε καταμερίζονταί σου τὸν βίον. Εʹ. Οὕτως ἐπεθύμησεν ῥανίδα ὕδατος καὶ ὁ πλούσιος ἐκεῖνος ὁ ἐν τῷ πυρὶ ὑπάρχων, καὶ παρεκάλει τὸν Ἀβραὰμ λέγων· Πάτερ Ἀβραὰμ, ἐλέησόν με, καὶ, ἀπόστειλον Λάζαρον, ἵνα τῷ μικρῷ δακτύλῳ αὐτοῦ βρέξῃ μου τὰ χείλη, ὅτι ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ. Οὗτος ὁ πλούσιος ὅτε ἦν ἐπὶ τῆς γῆς, πορφύραν ἐνεδιδύσκετο, βύσσον καὶ σηρικά· καὶ προήρχετο ὑπὸ ὀχήματος φερόμενος· οἱ ἵπποι αὐτοῦ ἔξασπροι, χρυσῷ καὶ ἀργύρῳ κεκαλλωπισμένοι, χρυσῷ δὲ τὰ σκέλη ἐμπεπηγμένοι. Παῖδες προτρέχοντες καὶ ἀκολουθοῦντες, μανιάκια χρυσᾶ περικείμενα, ψέλλια καὶ ὁρμίσκοι, καὶ ἁπαξαπλῶς ἐν μεγάλῃ φαντασίᾳ προήρχετο. Ἐν δὲ τῷ ἀρίστῳ αὐτοῦ χρυσὸς ἄμετρος διηκόνει, καὶ ἄργυρος ἀμύθητος, οἶνος πολύτιμος, φασιανοὶ, χῆνες, πορφυρίωνες, πέρδικες, περιστεραὶ, ὄρνεις, λαγωοὶ, ἀρνία, ἔριφοι, μαγείρων πλῆθος θορυβουμένων· ἄλλοι ῥιπίζοντες σποδὴ μὴ μία ὑφίσταται αὐτοῦ τῇ κεφαλῇ· ἄλλοι ἀργυροῦς νιπτῆρας κατέχοντες, καὶ ὀθόνια καθαρὰ ἕτοιμοι παρεστήκεισαν, τὰ ἄκρα τῶν δακτύλων αὐτοῦ ἀποσμήχοντες, ἀνακειμένου αὐτοῦ. Καὶ βλέπε τὴν ἀπανθρωπίαν καὶ τὴν αἰσχύνην. ςʹ. Οἱ πάντες ἔκαμνον· αἱματοχειρίαι, θόρυβος τοσοῦτος, ἵνα τοῦ ἑνὸς πλουσίου ἐκείνου τὴν κοιλίαν χορτάσωσιν. Μετὰ δὲ τὸ ἐμπλησθῆναι αὐτὴν τῶν πολυτελῶν βρωμάτων, προετοιμάζονται αὐτῷ καὶ κλῖναι ἐλεφάντιναι, χηνόπλουμα, συνδόναι καθαραὶ καὶ τρυφεραί. Καὶ μὴ δυναμένου ἀφυπνῶσαι διὰ τὴν καρηβαρίαν αὐτοῦ, ἄλλοι τοὺς πόδας ψηλαφῶσιν, ἄλλοι τῆς οἰκίας φροντίζονται, τὰς θύρας καὶ τὰς θυρίδας φυλάσσοντες, μή που φωνὴ, μή που ζόφοι καὶ 64.440 τοῦτο διυπνίσουσιν. Τοιαύτη ἦν ἡ φαντασία τοῦ πλουσίου. Ζʹ. Ἦν δέ τις πτωχὸς ὀνόματι Λάζαρος, καὶ ἐβέβλητο εἰς τὸν πυλῶνα τοῦ πλουσίου ἑλκόμενος, καὶ ἐπεθύμει χορτασθῆναι ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τοῦ πλουσίου, καὶ οὐδεὶς ἐδίδου αὐτῷ. Ἔβλεπε γὰρ αὐτὸν ὁ πλούσιος, καὶ