1

 2

 3

2

Θεοῦ. Πάλιν δὲ ἀληθεύων ἐπήγαγεν· Χάριτι δὲ Θεοῦ εἰμι ὅ εἰμι. Τούτων δὲ οὕτω πρὸς ἡμετέραν διδασκαλίαν προκειμένων πανταχόθεν, φύγωμεν τὸ ἐπίπλαστον σχῆμα. Τί προσωπεῖα ἑαυτοῖς περιτιθέαμεν, μὴ ὄντες τοιοῦτοι οἵους ἑαυτοὺς ἐπιδεικνύομεν, τοὺς μὲν χιτῶνας μέχρι τῆς γῆς ἕλκοντες ἐν σχήματι ἁγίων, τὸν δὲ τρόπον ἠγριωμένοι, τῷ μὲν λόγῳ καὶ τῇ στολῇ ἅγιοι, τῇ δὲ γνώμῃ καὶ τοῖς ἔργοις ἀπάνθρωποι; Στολισμὸς οὐκ εἰσάγει εἰς βασιλείαν οὐρανῶν, ἀλλ' ἔργα δικαιοσύνης. Οὐχ οὕτως ὄψεται ἄνθρωπος ὡς ὄψεται Θεός· ἄνθρωπος μὲν εἰς πρόσωπον ὄψεται, ὁ δὲ Θεὸς εἰς καρδίαν· Ἐτάζων γὰρ, φησὶν, καρδίας καὶ νεφροὺς ὁ Θεός· ** καὶ διὰ τὸν ἐρχόμενον συναγαγεῖν τοὺς λογισμοὺς τῶν ἀνθρώπων· Πάντα γὰρ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ· Οὐκ ἔνι ἀποκρυβῆναι τῆς θέρμης αὐτοῦ. Ἥξει καιρὸς ὅτε τὸ προσωπεῖον τοῦτο ῥίψας γυμνὸς εὑρεθήσῃ, καὶ τότε ἔσῃ αἰσχυνόμενος ὀφθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ ὡς ὁ Ἀδὰμ ἐκπεσών. Ἐκεῖ γὰρ οὐκ ἔτι σχῆμα ζητεῖται, ἀλλὰ ἔργα. Ὧδε μὲν γὰρ πολλάκις πλανῶμεν, καὶ διαφεύγομεν τὸν ἔλεγχον, καὶ διὰ τοῦ σεμνοῦ σχήματος φαινόμεθα ὡς δίκαιοι, καὶ πολλάκις μακαριζόμεθα· ἐκεῖ δὲ οὐκ ἔτι ἔνι ψεύσασθαι· ἐκεῖ τὰ ἔργα ζητεῖται, οὐκ ἔτι τὸ σεμνὸν σχῆμα· μᾶλλον δὲ μείζονα τὴν κόλασιν καὶ τὸ κατάκριμα ἕξομεν, τὸ μὲν σχῆμα τὸ σεμνὸν φορέσαντες, τὰ δὲ ἔργα τοῦ σχήματος μὴ πονήσαντες. Ἄκουε τοῦ Σωτῆρος περὶ Ἰουδαίων μὲν λέγοντος, πρὸς ἡμᾶς δὲ διδασκαλίαν προτείνοντος· Πλατύνουσι γὰρ, φησὶ, τὰ κράσπεδα, καὶ ἐν ταῖς πλατείαις προσεύχονται, ὅπως φανῶσι τοῖς ἀνθρώποις δίκαιοι· οὗτοι δὲ λήψονται περισσότερον κρῖμα. Ἐπιθυμεῖς τὸ σεμνὸν σχῆμα, καὶ τὸ ὄνομα τοῦ Χριστιανισμοῦ ἐπεπόθησας· μὴ ἕως τούτου ἀπομείνῃς, ἀλλ' ὡς ὡμολόγησας Θεῷ, ἀπόδος τὴν ἐπαγγελίαν τῇ τῶν ἔργων ἐπιδείξει. Τί προπετὴς εἶ εἰς τὴν ἐπαγγελίαν, μὴ ἔργοις βεβαιῶν αὐτήν; Χρὴ οὖν καὶ εὔχεσθαι μετὰ ἀσφαλείας, καὶ ἀποδιδόναι τὸ χρέος τῆς ἐπαγγελίας μετὰ ἀκριβείας· Εὔξασθε γὰρ καὶ ἀπόδοτε Κυρίῳ τῷ Θεῷ ὑμῶν. Ἁγνῇ πολιτείᾳ ὄφθητι αὐτῷ· τουτέστι, σώματι καὶ πνεύματι καὶ ψυχῇ· μή τι ὑφέλῃς τῆς ἐπαγγελίας, ἵνα μὴ πάθῃς τὰ Ἀνανίου καὶ Σαπφείφας. Ἐκεῖνοι γὰρ νοσφισάμενοι ἐκ τῆς τοῦ ἐπαγγελθέντος κτήματος τιμῆς, 48.1075 θανάτῳ κατεδικάσθησαν· καὶ ἡμᾶς χρὴ ταῦτα φοβεῖσθαι. ∆εῖ γὰρ εἰδέναι, καὶ μὴ ἀγνοεῖν, ὅτι ἃ ἐπαγγελλόμεθα τῷ Θεῷ, οὐκ ἔτι λοιπὸν ἡμῖν ἐστιν, ἀλλὰ Θεῷ διαφέρει. Θεοῦ κειμήλιόν ἐστιν ἡ ἡμετέρα ἐπαγγελία· καὶ ἐὰν ἀπὸ τούτων σύρωμεν, οὐκ ἔτι τὰ ἡμέτερά ἐσμεν λαμβάνοντες, ἀλλ' ὡς τὰ τοῦ Θεοῦ ἱεροσυλοῦντες κειμήλια, καὶ ὄντως ὡς ἱερόσυλοι κριθησόμεθα. Ἡ δὲ ἐπαγγελία οὐ μόνον χρημάτων ἐστὶν, ἀλλὰ καὶ μέχρι λόγου καὶ προαιρέσεως· Ὑπὲρ παντὸς, φησὶ, λόγου ἀργοῦ ἀποδώσεις λόγον ἐν ἡμέρᾳ κρίσεως. Τὸ γὰρ θεῖον καὶ μέγα μυστήριον οὐκ ἐπὶ χρήμασιν ἔχει τὴν ὑπόστασιν, ἀλλ' ἐπὶ προαιρέσει τελείᾳ καὶ τῇ κατὰ Θεὸν πίστει· πάντες γὰρ ἐπηγγειλάμεθα, καὶ πάντες ἐπαγγελίας ἐσμὲν χρεῶσται. Ὥστε ἀνάγκη ἀποδιδόναι τὴν μὲν παρθένον τὴν παρθενίαν, ὁποίαν καὶ ἐπηγγείλατο· τὸν δὲ ἐγκρατῆ τὴν ἐγκράτειαν, τὸν δὲ ἐν γάμῳ τὴν σωφροσύνην, καὶ τὴν πρὸς ἀλλήλους ἀγάπην. Ἥτις γὰρ παρθενεύειν ἢ ἐγκρατεύεσθαι διὰ χηρείας ἐπαγγέλληται, ψεύσηται δὲ τὴν ἐπαγγελίαν, καὶ εἰς γάμον μετενεχθῇ, κρῖμα ἔχει, ὅτι τὴν πρώτην πίστιν ἠθέτησεν. Εἰκότως δὲ καὶ ὁ πρεσβύτερος ὀφείλει ἀποδοῦναι τὴν ἱερωσύνην εὐάρεστον, καὶ ὁ διάκονος τὴν διακονίαν ἀμώμητον, μὴ κλοποφορῶν τὰ τῆς διακονίας, ἵνα μὴ κατακριθῇ ὡς ὁ Ἰούδας πωλῶν. Πολλῆς οὖν ἀκριβείας ἐνταῦθα χρεία, μήπου τις ψεύσηται Θεὸν, μὴ ἀποδιδοὺς σώαν τὴν ἐπαγγελίαν, μᾶλλον δὲ τὴν παρακαταθήκην, ἥνπερ καὶ ἕκαστος ἡμῶν ἐπηγγειλάμεθα. Οὐκ ἔτι ἡμέτερόν ἐστιν· ἀλλ' οὕτως ὀφείλομεν