2
τούτου προλέγει τὸν θάνατον, οὐχ ἵνα φύγωσιν ἐκ τῆς πόλεως, ἀλλ' ἵνα μετανοήσωσιν ἐν τῇ πόλει, ἵνα διεγερθῶσι καὶ σπουδαιότεροι γένωνται πρὸς τὸν λόγον. Οὐκ εἶπε· Νηστεύσατε, καὶ σώζω ὑμᾶς· οὐκ ἐδήλωσε· Μετανοήσατε, καὶ ἐλεηθήσεσθε· ἀλλ' ἔκρυψε τὴν φιλανθρωπίαν, καὶ ἐκήρυξε τὴν ἀποτομίαν, ἵνα μή τις εἴπῃ· Ἠνάγκασεν αὐτοὺς νηστεῦσαι ἢ μετανοῆσαι, καὶ Θεὸν σέβειν. Καὶ τὸ ἐξ ἀνάγκης οὐκ ἔστιν εὐαπόδεκτον· Οὐ γὰρ ἐκ λύπης, οὐδ' ἐξ ἀνάγκης· ἱλαρὸν γὰρ δότην ἀγαπᾷ ὁ Θεός. Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευῒ καταστραφήσεται. Σύντομος ἡ ἀπειλὴ, ἄδικος προθεσμία κατὰ πόδας. Τί ἥκεις ποιῆσαι; ἐκ ποίων κόλπων πηδῆσαι; στρατόπεδον ἰσχυρὸν ἀντιστήσω καὶ λέγοντι; τίς πρὸς Θεὸν ὁ ἀνταποκρινόμενος; ἀψευδὴς ὁ λαλῶν. Ἀλλ' εἰ Θεὸς ὁ ἀπειλῶν, λέγουσιν ἐν ἑαυτοῖς· Τίνα φυγὴν τοῦ κακοῦ εὑρήσομεν; ἐν ποίῳ παραταξόμεθα πολέμῳ; τίς πρόμαχος γενήσεται ἡμετέρων ψυχῶν; τίς δυσωπήσει τὸν Θεὸν κατὰ πάντων παῦσαι τὴν ὀργήν; ποῖον παρακλήτορα πέμψομεν πρὸς τὸν Θεὸν καταλλάξαι εἰς εἰρήνην; Ἡμεῖς πάντες ἁμαρτωλοὶ τυγχάνομεν· ἐχθροὶ ὄντες τοῦ Θεοῦ οὐκ εἰσακουόμεθα. Τί ποιῶμεν; ποῦ φύγωμεν ἀπὸ προσώπου Κυρίου; ∆εῦτε, δράμωμεν πρὸς νηστείαν, ὦ ἄνδρες Νινευῗται, λέγει ὁ βασιλεὺς, καὶ σποδὸν ὑποστρωσώμεθα, καὶ τὰ πρόβατα καὶ οἱ βόες μὴ νεμέσθωσαν, μηδὲ πινέτωσαν· καὶ ἴδωμεν, εἰ ἐλεήσει ἡμᾶς ὁ Θεός. Ταῦτα λογισάμενοι οἱ Νινευῗται, καὶ ποιήσαντες νηστείαν, ὡς ὀξύτατον βέλος, καὶ προσευχὴν ἑτοιμάσαντες, ὡς θυμίαμα εὐῶδες, δάκρυα μετανοίας, ὡς ποταμοὺς ὑδάτων καταγαγόντες, καὶ ὑποστρέψαντες ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτῶν τῆς πονηρᾶς, ἐδυσώπησαν τὸν Θεὸν εἰς εἰρήνην καταλλάξαι. Αἱ τρεῖς ἡμέραι τῆς νηστείας ἀνῆλθον εἰς τοὺς οὐρανοὺς, ἤγγισαν τῷ ∆εσπότῃ, ἔλαβον παρ' αὐτοῦ σωτηρίαν. Ἐχαρίσατο πᾶσι ζωὴν, ἀνθρώποις καὶ κτήνεσιν. Ἡ μετάνοια ἔλαμψε, καὶ ἡ νηστεία. Ὅρα μὴ καταφρονῇς τοῦ κτίσματος, ἀλλὰ πρόσελθε, γρηγόρησον, καὶ ποίησον εἰς αὐτὸν καρπὸν εὐσεβείας. Εὐξώμεθα οὖν ὁμοθυμαδὸν πάντες, ἵνα καὶ ἡμεῖς ῥυσθῶμεν τῆς ἐπικειμένης ὀργῆς, καὶ ἐπιτύχωμεν τῆς βασιλείας τῶν οὐρανῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.