1

 2

2

προσεγγίσαι τῇ ἀκράτῳ αὐτοῦ θεότητι. Καὶ γὰρ οἱ σοφοὶ τῶν θηρευτῶν τοῦτο ποιοῦσι· ὁ βουλόμενος στρουθίον θηρεῦσαι, στρουθίον προβάλλεται· ὁ βουλόμενος πέρδικα θηρεῦσαι, πέρδικα προβάλλεται· ὁ βουλόμενος περιστερὰν θηρεῦσαι, περιστερὰν προβάλλεται, ἵνα τὸ ὅμοιον διὰ τοῦ ὁμοίου θηρευθῇ. Οὕτως καὶ ὁ Χριστὸς ἐποίησεν· τοὺς ἀνθρώπους διὰ τοῦ ἀνθρώπου ἐσαγήνευσεν, τὸν διάβολον διὰ τῆς ταπεινοφροσύνης κατεπάτησεν, τὸν Σατανᾶν διὰ τῆς ἀνοχῆς αὐτοῦ ἐσκύλευσεν, καὶ τοῖς τὰς ἐντολὰς αὐτοῦ φυλάττουσι τὴν βασιλείαν τῶν οὐρανῶν ἡτοίμασεν. Σήμερον ἄγγελοι δοξολογοῦσι καὶ ἄνθρωποι προσκυνοῦσι καὶ νεκροὶ ἱκετεύουσιν. Σήμερον τρεῖς τάξεις δῶρα αὐτῷ προσφέρουσιν· τὸν χρυσὸν ὡς βασιλεῖ ἄνθρωποι, λίβανον ὡς θεῷ ἄγγελοι, σμύρναν νεκροὶ ὡς †διὰ τῶν νεκρῶν†. ∆ιάφορα εἴδη προσφέρουσιν, ἐπειδὴ γένη διάφορα τὴν προσκύνησιν αὐτῷ σήμερον ἄγουσιν. ∆εῦτε οὖν ὅσοι τῶν ἐμῶν λόγων ἀκροαταὶ τυγχάνετε, χρι στιανικῶς ἑορτάσωμεν σήμερον. Πῶς ἔσται τοῦτο; μηδενὶ κακὸν ἀντὶ κακοῦ ἀποδώσωμεν, ὅτι γέγραπται ἐν παροιμίαις· ἐὰν πεινᾷ ὁ ἐχθρός σου, ψώμιζε αὐτόν· τοῦτο γὰρ ποιῶν ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ. Μὴ αἴτιος σκανδάλου γίνου, ὅτι λέγει ἐν εὐαγγελίοις ὁ κύριος· ἀμὴν λέγω ὑμῖν· ὅστις σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόντων εἰς ἐμέ, συμφέρει αὐτῷ ἵνα κρεμασθῇ μύλος ὀνικὸς ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ ῥιφῇ εἰς τὴν θάλασσαν. Μετάδος τῷ δεομένῳ στέγης, σκέπης, σιτίων, ὁ ὑπὲρ τὴν χρείαν τούτοις χρώμενος· ὅτι πάλιν φησὶν ὁ κύριος· μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται. Μὴ μέγα φρόνει· ὁ γὰρ δοκῶν τι εἶναι μηδὲν ὤν, ἑαυτὸν φρεναπατᾷ. Τοὺς ἱερεῖς ὑμῶν πολλῆς τιμῆς καὶ δορυφορίας ἀξιώσατε· Αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν, ὡς λόγον ἀποδώσοντες. Ἀπέχεσθε πορνείας καὶ πνικτοῦ καὶ αἵματος. Ἐπικατάρατος γὰρ ἐναντίον κυρίου ὁ ἐσθίων αἷμα ἢ πνικτὸν ἢ θηριάλωτον ἢ πετεινόθνητον ἢ θηράθνητον ἐν παγίδι τεθνηκός· καὶ ἐξολο θρευθῇ ἐκ γῆς τὸ μνημόσυνον αὐτοῦ. Τὴν συνήθειαν τῶν ὅρκων ἐκκόψατε, τὸν γεννηθέντα Χριστὸν δοξάζοντες, ὅτι αὐτῷ πρέπει τιμὴ καὶ προσκύνησις εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.