2
θεότητι, ἐκεῖ καταξιοῦται συνόμιλος γενέσθαι τῷ οὐρανίῳ βασιλεῖ. ∆ι' αὐτῆς ἡ ψυχὴ μετέωρος ἀρθεῖσα εἰς οὐρανοὺς, περιπλέκεται τῷ Κυρίῳ περιπλοκαῖς ἀῤῥήτοις, ὥσπερ νήπιον πρὸς ἰδίαν μητέρα μετὰ δακρύων βοᾷ τοῦ θείου γλιχομένη γάλακτος· αἰτεῖ δὲ τὰ οἰκεῖα θελήματα, καὶ λαμβάνει δωρεὰς κρείττονας πάσης ὁρατῆς φύσεως. Πρέσβις γὰρ αἰδέσιμος ὑπάρχει εὐχὴ, χαροποιεῖ τὴν καρδίαν, ἀναπαύει τὴν ψυχὴν, φόβον ἐγγενᾷ κολάσεως, βασιλείας οὐρανῶν ἐπιθυμίαν, ταπεινοφροσύνην διδάσκει, ἐπίγνωσιν ἁμαρτίας παρέχει, ἁπαξαπλῶς πᾶσι κατακοσμεῖ τοῖς ἀγαθοῖς τὸν ἄνθρωπον, ὥσπερ τινὰ πέπλον ποικίλον πᾶσαν φύσιν ἀρετῆς τῇ ψυχῇ περιτιθεῖσα. Αὐτὴ καὶ τῇ Ἄννῃ τὸν Σαμουὴλ ἐδωρήσατο, καὶ τοῦτον προφήτην τοῦ Κυρίου ἀπέδειξεν· αὐτὴ καὶ τὸν Ἠλίαν ζηλωτὴν τοῦ Κυρίου πεποίηκεν· καὶ τῆς ἐπὶ τὴν θυσίαν καθόδου τοῦ οὐρανίου πυρὸς ὁδηγὸς γεγένηται. Τῶν γὰρ ἱερέων τῆς Βάαλ πανημέριον ἐπικαλουμένων τὸ εἴδωλον, αὐτὸς ἐκ καθαρᾶς καρδίας τὴν φωνὴν ἀνατείνας, καὶ βοήσας καρδίᾳ καὶ στόματι, τὸ πῦρ κατήγαγεν ἐξ οὐρανῶν, μαρτυρία τῆς εὐχῆς τῆς δικαίας.
Καθάπερ γάρ τις ἀετὸς ἐπὶ τὸ θυσιαστήριον ἐπιπτὰς, τῷ λάβρῳ τῆς φύσεως κατεκάρπωσεν ἅπαντα. Τοῦτο δὲ πεποίηκεν ὁ μέγας θεράπων τοῦ Θεοῦ Ἠλίας ὁ ζηλωτὴς, ἡμᾶς ἐπὶ τὰ πνευματικὰ διὰ τῶν τότε παιδαγωγῶν, ἵνα καὶ ἡμεῖς ἐκ καρδίας πρὸς τὸν Θεὸν βοῶντες, τὸ ἄῤῥητον τοῦ Πνεύματος πῦρ ἐπὶ τὸ θυσιαστήριον τῆς ἡμετέρας καρδίας κατελθεῖν προτρεψώμεθα, διὰ τοῦτο τέλειον ὁλοκάρπωμα γινόμενοι τῷ Κυρίῳ. Εὐχὴ καὶ Μωυσῆν τὸν νομοθέτην ἱλαστήριον τοῦ Θεοῦ πεποίηκεν τὸν Ἰσραὴλ, καὶ πρόπαια κατὰ τῶν ἐναντίων τοῖς Ἰσραηλίταις ἔπηξεν. ∆ι' εὐχῆς καὶ Ἰησοῦς, ὁ τοῦ Ναυῆ, τὸ μέγα καὶ περιφανέστατον ἐν τοῖς οὐρανοῖς ἄστρον τὸν ἥλιον, μέσον ἤδη τοῦ πόλου κατατέμνοντα τὸν αἰθέρα, ἐν αὐτῷ τῷ τόπῳ καιρὸν ἡμέρας διατρίψαι πεποίηκεν. Οὕτω δὴ ταύτῃ τὰ πρεσβεῖα τῶν ἐντολῶν ὁ Κύριος ἔδωκεν, ὥστε πόλεων 64.465 καὶ κωμῶν καὶ τῶν ἰδίων ἀποφεύγοντα μαθητῶν, ἐν ταῖς ἐρήμοις ὑποχωρεῖν τῆς προσευχῆς ἕνεκεν, ἵνα ἐκτὸς θορύβων καὶ περιστάσεων ἀνθρωπίνων ἐν ἡσυχίᾳ ταύτῃ μετὰ μεγάλου πόθου προσομιλῇ, διδάσκων ἡμᾶς ἅμα, ὅτι χρὴ τὸν τοιαύτην ἐπαγγελλόμενον πολιτείαν, τόπους καταλαμβάνειν ἐρήμους, ἀπερισπάστως τὸ τοιοῦτον πράττοντας.
∆ι' εὐχῆς καὶ τὸ μέγα τῶν ἀποστόλων σύστημα κατηξιώθη τὸν Παράκλητον δέξασθαι σήμερον· τούτου γὰρ ἕνεκεν περὶ αὐτῆς ὑμῖν ἠναγκάσθην σήμερον διεξελθεῖν. Εὐχὴ, τοῦ σώματος ἐπὶ γῆς κειμένου, τὴν ψυχὴν πρὸς ἐκείνην τὴν ἐπουράνιον ἀποκομίζει πηγὴν, κἀκείνου τοῦ πόματος ἐμφορήσασα ταύτην ποιεῖ ἐν αὐτῇ πηγὴν ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον. Αὐτὴ τῶν μελλόντων ἀληθῆ δίδωσιν πληροφορίαν, κρείττονα λοιπὸν πίστεως τὴν ἐπίγνωσιν τῶν ἐκεῖσε παρεχομένη ἀγαθῶν, θησαυροὺς ἀποκρύφους, ἀοράτους, σκοτεινοὺς ἀνοίγει, δεικνύει σοι τὸν ἀντίπαλον· τέμνει τὰς τῶν ἀλλοφύλων παρατάξεις, τὰς ἀντικειμένας ἀφανίζει δυνάμεις, καὶ πρὸς αὐτὸν ὁδηγεῖ τὸν βασιλέα. Εὐχὴν ὅταν εἴπω, μὴ νομίσῃς λόγους εἶναι.
Πόθος ἐστὶ πρὸς Θεὸν, ἀγάπη ἀνεκλάλητος, οὐκ ἐξ ἀνθρώπων ἐπιτελουμένη, ἀλλ' ἐκ θείας ἐνεργουμένη χάριτος περὶ ἦς καὶ ὁ Ἀπόστολος λέγει· Τὸ γὰρ τί προσευξώμεθα καθὸ δεῖ, οὐκ οἴδαμεν, ἀλλ' αὐτὸ τὸ Πνεῦμα ὑπερεντυγχάνει ὑπὲρ ἡμῶν στεναγμοῖς ἀλαλήτοις. Τὴν τοιαύτην εὐχὴν ἐάν τινι χαρίσηται ὁ Κύριος, πλοῦτός ἐστιν ἀναφαίρετος, καὶ σίτισις οὐρανία κορεννύουσα τὴν ψυχήν· ἧς ὁ γευσάμενος τὸν πρὸς Κύριον πόθον ἀΐδιον κέκτηται, ὥσπερ πῦρ τι λάβρον τὴν αὐτοῦ καρδίαν ἐκκαῖον.
Ταύτην δὲ πρωτοτύπως ἐπιτελῶν, ἐπιεικείᾳ καὶ καρδίᾳ ταπεινῇ, ζωγράφει τὸν οἶκόν σου, καταφαίδρυνε τῷ τῆς δικαιοσύνης φωτὶ, ἔργοις ἀγαθοῖς, ὥσπερ τινὶ δοκίμῃ πλακὶ, τὸν σεαυτοῦ διακόσμησον οἶκον, καὶ ἀντὶ τειχέων καὶ ψηφίδος πίστει