1

 2

 3

2

ἐκκλησίᾳ δένδρα μηδέποτε καρπὸν ἀναβάλλοντα (f. 389v)· Καὶ τὸ θαυμαστόν, ὁ παράδεισος οὐ τηρεῖ τὰ φυτὰ μόνον ἀλλὰ καὶ μεταβάλλει τὰ φυτά. Ἐὰν εὕρω ἄκανθαν, ἀμπελῶνα ἐργάζομαι, ἐὰν εὕρω ἀγριελαίαν, ἐλαίαν ἀπεργάζομαι. Τοιαύτη γὰρ τῆς γῆς ταύτης ἡ φύσις.

9 ∆ιὰ ταῦτα χαίρω καὶ σκιρτῶ· οὐ μὴν ἐπειδὴ χαίρω, παραλείπω τὴν ἀπολογίαν. Ἐπειδὴ γὰρ ἡμᾶς ἦρεν τοῦ τοσούτου χρόνου τὸ μῆκος, δέξασθέ μου τὴν ἀπολογίαν, ἀγαπητοί. Εἰ δοῦλον ἐπέμψατέ που, ἐπανελθόντα οὐκ ἂν ἀπῃτήσατε εὐθύνας; Ποῦ διέτριβες, ποῦ τοσοῦτον χρόνον ἀνήλωσας; Καὶ ἐγὼ δοῦλός εἰμι τῆς ὑμετέρας ἀγάπης· ἠγοράσατέ με οὐκ ἀργύριον καταβαλόντες, ἀλλ' ἀγάπην ἐπιδειξάμενοι· χαίρω τῇ δουλείᾳ ταύτῃ καὶ μηδέποτε λυθείην. Αὕτη γὰρ ἡ δουλεία διαδήματος βελτίων, αὕτη ἡ δουλεία βασιλείαν οὐρανῶν προξενεῖ, αὕτη ἡ δουλεία ἐλευθερίας ἀμείνων, αὕτη ἡ δουλεία ἐν τῷ βήματι ἐκείνῳ θρόνον μοι κατασκευάζει, αὕτη ἡ δουλεία οὐκ ἀνάγκης, ἀλλὰ γνώμης.

10 Τίς γὰρ οὐκ ἂν ἡδέως δουλεύσειεν ὑμῖν οὕτω μανικοῖς οὖσιν ἐρασταῖς; εἰ καὶ λιθίνην εἶχον ψυχήν, κηροῦ αὐτὴν ἐποιήσατε μαλακωτέραν· τί εἴπω τὸν πόθον ὃν ἐπεδείξασθε, τὴν μανίαν τὴν χθὲς καὶ τὴν λύτταν, τὰς βοὰς τὰς ἐν τῇ ἀγορᾷ, ἡγιάσατε τὸν ἀέρα, ἐκκλῃσίαν τὴν πόλιν ἐποιήσατε· ἐτιμώμην ἐγὼ καὶ ὁ Θεὸς ἐδέχετο· αἱρετικοὶ κατῃσχύνοντο, ἡ ἐκκλησία ἐστεφανοῦτο, ὑμεῖς ἀνεκηρύττεσθε. Ἐκκλησίας γὰρ εὐημερία ὅταν ἡ ῥίζα τοῖς κλάδοις ᾖ συνδεδεμένη, ὅταν ὁ ποιμὴν τοῖς προβάτοις συναυλίζηται.

11 Ἦλθον καὶ ἐδεξάμην εὐαγγέλια. Ποῖα; Ὅτι αἱρετικοὺς κατεπατήσατε, τοὺς παρανομήσαντας εἰς τὸ βάπτισμα διηλέγξατε. Μή τι μάτην ἔλεγον ὅτι σώφρων ἡ γυνὴ ἀπόντος τοῦ ἀνδρὸς τοὺς μοιχοὺς διήλεγξεν, οὐ παρόντος τοῦ ποιμένος τοὺς λύκους ἀπήλασεν, χωρὶς τοῦ κυβερνήτου οἱ ναῦται τὸ πλοῖον διέσωσαν, χωρὶς τοῦ στρατηγοῦ οἱ στρατιῶται τὸ τρόπαιον ἔστησαν, χωρὶς τοῦ διδασκάλου (f. 390) οἱ μαθηταί, χωρὶς τοῦ πατρὸς τὰ τέκνα, μᾶλλον δὲ οὐ χωρίς. Τὰ γὰρ ὑμέτερα κατορθώματα ἐμὸς στέφανος, ἐμὸν καύχημα.

12 Ἀλλ' ἐπεθυμοῦμεν, φησίν, τὸ πάσχα μετὰ σοῦ ποιῆσαι. Ἀπολογοῦμαι, εἰ καὶ τὰ μάλιστα ἐλύσατε τὴν ὀργὴν τῇ ὄψει. Εἰ γὰρ πατὴρ ἄσωτον υἱὸν δεξάμενος κατηλλάγη καὶ οὐκ ἀπῄτησεν αὐτὸν εὐθύνας ἀλλ' εὐθέως περιεπλάκη, πολλῷ μᾶλλον τὰ τέκνα πατέρα δεξάμενα.

13 Ἀλλ' ἐβουλόμεθα, φησίν, τὸ πάσχα μετὰ σοῦ ποιῆσαι. Ἀλλ' ὅμως καὶ ὑπὲρ τούτου ἀπολογήσομαι. Τὸ πάσχα ἐβούλεσθε μετ' ἐμοῦ ποιῆσαι; Οὐ κωλύεσθε· ποιήσατε μετ' ἐμοῦ σήμερον τὸ πάσχα. ∆ύο οὖν πάσχα ποιήσωμεν; Οὔ, ἀλλ' ἓν καὶ τὸ αὐτὸ πολλάκις. Ὥσπερ γὰρ ὁ ἥλιος ἀεὶ ἀνατέλλει καὶ οὐ βλέπομεν πολλοὺς ἡλίους ἀλλ' ἔστιν εἷς καθημέραν ἀνατέλλων, οὕτω καὶ τὸ πάσχα ἀεὶ τελεῖται καὶ ἕν ἐστιν ἀεὶ ἐπὶ τελούμενον.

14 Οὐχ οἷα τὰ ἰουδαϊκὰ τοιαῦτα καὶ τὰ ἡμέτερα· οὐ δουλεύω τόπῳ, οὐχ ὑπόκειμαι καιρῶν ἀνάγκῃ. «Ὁσάκις γὰρ ἂν ἐσθίητε τὸν ἄρτον τοῦτον καὶ τὸ ποτήριον τοῦτο πίνητε, τὸν θάνατον τοῦ Κυρίου καταγγέλλετε». Καταγγείλωμεν καὶ σήμερον τὸν θάνατον τοῦ Χριστοῦ. Ἀλλὰ τότε ἑορτὴ καὶ σήμερον ἑορτή. Ὅπου γὰρ ἀγάπη ἑορτή. Ὅπουἀπελάβετε πατέρα, τέκνα, ἑορτή. Καὶ γὰρ ἐκείνη ἡ ἑορτὴ ἀγάπης ἐστίν. «Οὕτως γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον ὥστε τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν ὑπὲρ ἡμῶν».

15 Ἀλλὰ πολλοὶ καὶ ἐβαπτίσθησαν μὴ παρόντος σου. Καὶ τί τοῦτο; Οὐδὲν ἔλαττον ἔχει ἡ χάρις, οὐ χωλεύει ἡ δωρεά. Παρόντος ἐμοῦ οὐκ ἐβαπτίσθησαν, ἀλλὰ παρόντος τοῦ Χριστοῦ ἐβαπτίσθησαν. Μὴ γὰρ ἄνθρωπός ἐστιν ὁ βαπτίζων; ἄνθρωπος τὴν δεξιὰν δανείζει, Θεὸς τὴν χεῖρα κινεῖ· μὴ ἀμφίβαλλε περὶ τῆς χάριτος, ἀγαπητέ. ∆ιὰ τί; Ἐγὼ λέγω· τὸ βάπτισμα δῶρόν ἐστιν.