1

 2

 3

2

προεστῶτος ἱερέως πρεσβείαν ποιοῦντος ὑπὲρ πάντων, τότε δὴ προσέρχονται ψυχαὶ διὰ τῶν μυστηρίων καθαρμὸν λαμβάνουσαι τῶν σπίλων.

Ἴδετε, φιλόθεοι, πῶς οὐκ ἐνεργοῦσιν οἱ δύο ἐπὶ τῆς γῆς, εἰ μὴ ἡ οὐρανία ψῆφος παραγένηται, καὶ ἁγιάσῃ τὰ δῶρα. Ἑώρακας, ἄνθρωπε, φαιδρὰν θαυματουργίαν; εἶδες βαθμὸν ἱερὸν πῶς ῥᾳδίως καθαίρει τῶν ψυχῶν τὰς κηλῖδας; Εὐλογεῖται ὁ Σωτὴρ ὁ δράσας ἐπὶ τῆς γῆς τοῦτο τὸ ὑπέρλαμπρον καὶ ῥυπτικὸν δώρημα, φωτίσας χάριτι τοὺς ἱερεῖς, τοῦ λάμπειν ὡς φωστῆρας ἐν κόσμῳ. Ὁ λαὸς ὁ πρὸ ἡμῶν, κέρας ἐλαιοφόρον, προκοπὴν κατείληφεν· ἡμεῖς δὲ οἱ ἀχρεῖοι δοῦλοι τοῦ εὐλογητοῦ, οὐ κέρας, οὐκ ἔλαιον αἰσθητὸν εἰλήφαμεν· ἀλλ' αὐτὸς ὁ κρανίον ὢν, ὁ ὑψηλὸς καὶ φρικτὸς κατῆλθεν ἐξ οὐρανοῦ, καὶ ἐδωρήσατο ἡμῖν ἐν τῇ ἐπιθέσει τῶν χειρῶν τὸ Πνεῦμα τὸ ἑαυτοῦ, τὸ ἐλθὸν ὡσεὶ πῦρ ἐπὶ τοὺς ἀποστόλους. Ὦ δύναμις ἄῤῥητος ἡ καταπαύσασα οἰκῆσαι ἐν ἡμῖν δι' ἐπιθέσεως τῶν χειρῶν τῶν ἱερέων! ὦ τί μέγαν βαθμὸν ἔχει ἡ φρικτὴ ἱερωσύνη! Μακάριος ὑπάρχει ὅστις πολιτεύεται ἐν αὐτῇ ἁγνῶς καὶ ἀμώμως. Πέτρος ὁ κληθεὶς Κηφᾶς, ὁ σαγηνευθεὶς παρὰ τὸ χεῖλος τῆς θαλάσσης, ὁ μαρτυρηθεὶς ὑπὸ τοῦ μεγάλου ποιμένος ὅτι Ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, διὰ ἱερωσύνης καὶ τὰς κλεῖς τῶν οὐρανῶν εἴληφεν. Ὁμοίως δὲ καὶ Παῦλος, ὁ ποτὲ διώκτης, ταύτης ἀξιωθεὶς, ὑπόπτερος διέδραμε κηρύττων ἐν γῇ καὶ θαλάσσῃ τὴν ἐκ νεκρῶν ἀνάστασιν. Ἐπανέλθωμεν πρὸς Ἄβελ τὸν δίκαιον, ὃς γέγονεν ἐν ἀρχῇ τῆς κτίσεως ἱερεὺς, καὶ μάθωμεν ἐξ αὐτοῦ ὅτι ἱεράτευεν ἐν ἀρχῇ τὴν θυσίαν αὐτοῦ πρὸς τὸν Θεόν. Οὐχὶ πῦρ ἐξ οὐρανοῦ κατελθὸν κατέφαγε τὴν θυσίαν αὐτοῦ; Ὅτε δὲ προσέφερε τῷ Θεῷ τὰς ἀπαρχὰς, ὥς φησιν ἡ Γραφὴ, Ἐπεῖδεν ὁ Θεὸς ἐπὶ τὴν θυσίαν τοῦ Ἄβελ ἐπὶ δὲ τὴν τοῦ Κάϊν οὐκ εὐδόκησεν. Πάλιν δὲ ὁ Νῶε, ὁ σωθεὶς ἐν κιβωτῷ, ὅτε ἐκόπασε τὸ ὕδωρ, καὶ ἐκάθισεν ἐπὶ τὰ ὄρη τὰ Ἀραρὰτ, ταύτην πάλιν εὐθέως μετέσχε τὴν ἱερωσύνην, καὶ προσήνεγκε θυσίαν εἰλικρινῶς τῷ Θεῷ εἰς ὀσμὴν εὐωδίας.

Ὅθεν διέθετο μετ' αὐτοῦ διαθήκην ὁ Θεὸς, τοῦ μηκέτι ἐπάξαι κατακλυσμὸν ἐπὶ τῆς γῆς, καὶ δίδωσιν αὐτῷ εὐλογίαν τοῦ αὐξάνεσθαι καὶ πληθύνεσθαι. Εἶδες θαυματουργίαν τῆς ἱερωσύνης; ἑώρακας τὸν πρῶτον ἱερέα Ἄβελ ἐν τῇ προτέρᾳ κτίσει, πῶς τὸ πῦρ κατήνεγκεν οὐρανόθεν ἐπὶ γῆς διὰ τὴν ἄμωμον αὐτοῦ ὁλοκάρπωσιν; Εἶδες πάλιν τὸν Νῶε τὸν σεμνὸν ἱερέα ἐν τῇ δευτέρα κτίσει, πῶς ἔθετο ὁ Θεὸς μετ' αὐτοῦ διαθήκην; Ταύτην δὲ Ἀβραὰμ ἠξιώθη μετασχεῖν, 48.1069 καὶ προσήνεγκε τῷ Θεῷ τὸν Ἰσαὰκ, καὶ ἱερούργησε τὰ σπλάγχνα τὰ ἴδια. Ἐκεῖ αὐτῷ δείκνυσιν ὁ Θεὸς θαῦμα μέγα, τὴν τοῦ Κυρίου γέννησιν ἐν τῇ τοῦ φυτοῦ Σαβὲκ, τὴν ἐν ῥιπῇ αὔξησιν, καὶ τὸ τῆς εὐλογίας, ἧς αὐτὸς εὐλόγησεν· Ἐν τῷ σπέρματί σου εὐλογηθήσονται πάντα τὰ ἔθνη. Ταύτης καὶ Μωσῆς κατηξιώθη ἀναβὰς εἰς τὸ ὄρος τὸ Σινὰ πρὸς τὸν Θεὸν, καὶ δεξάμενος τὸν νόμον παρ' αὐτοῦ· ὅθεν καὶ ἐδοξάσθη τὸ πρόσωπον αὐτοῦ, ὥστε αὐτὸ ὁρᾶσθαι ὑπὲρ τὸν ἥλιον. Ὁμοίως καὶ Ἀρὼν ταύτης κατηξιώθη, πρεσβευτὴς γενόμενος ὑπὲρ τῶν ἁμαρτιῶν τοῦ λαοῦ πρὸς τὸν Θεόν. Μωσῆς γὰρ καὶ Ἀαρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ. Ὁμοίως καὶ Φινεὲς ταύτῃ τῇ πανσέμνῳ ἐκώλυσε θάνατον ἐκ τοῦ λαοῦ ἐκείνου· καὶ Ἠλίας δὲ πάλιν ταύτῃ ἐνδυσάμενος εἰσηκούσθη ἐν πυρὶ, καὶ τοὺς ἱερεῖς τῆς αἰσχύνης κατέσφαξε. Μάθωμεν οὖν, ἀδελφοὶ, ὅτι μέγα ἐστὶ καὶ ὑπέρογκον τὸ τῆς ἱερωσύνης ἀξίωμα. ∆όξα τῷ Μονογενεῖ καὶ μόνῳ ἀγαθῷ, τῷ παρασχόντι αὐτὴν τοῖς ἑαυτοῦ ἀποστόλοις, διὰ τῆς αὐτοῦ καινῆς καὶ ἁγίας διαθήκης, ἵνα καὶ αὐτοὶ ἡμῖν ὑπόδειγμα δείξωσιν ἐν τῇ θέσει τῶν χειρῶν αὐτῶν πρὸς τοὺς ἀξίους. Πάντες οὖν εἰλικρινῶς τιμήσωμεν τοὺς τὸν βαθμὸν ἔχοντας τῆς ἱερωσύνης, γινώσκοντες ὅτι εἴ τις τῶν φίλων τοῦ βασιλέως φιλεῖ, τοῦτον πολλῷ πλέον ἀγαπᾷ ὁ βασιλεύς. Ἀγαπήσωμεν οὖν τοὺς ἱερεῖς τοῦ Θεοῦ, ἐπειδὴ φίλοι εἰσὶ τοῦ Θεοῦ, καὶ πρεσβεύουσιν ὑπὲρ ἡμῶν πάντοτε· τίμησον τοὺς ἱερεῖς, ἀναπληρῶν τὴν ἐντολὴν τοῦ Χριστοῦ τὴν λέγουσαν, ὅτι Ὁ δεχόμενος