2
ἀγωνία· ὅταν ὑγιαίνωσι, μὴ νοσήσωσι φόβος· ὅταν νοσήσωσι, δειλία μὴ τελευτήσωσιν· ὅταν τελευτήσωσιν, ὡς ἐπ' ἀτέκνῳ λοιπὸν ἔσεσθαι καταφρόνησιν φόβος· ὅταν μὴ τελευτήσωσιν, ὡς ὑπὲρ ζώντων ἡ φροντὶς βαρυτέρα, πόθεν εἰς παίδευσιν χορηγία τοῖς τέκνοις, πόθεν αὐτοῖς γαμικοῦ παρασκευὴ συναλλάγματος, πόθεν ἐσθημάτων εὐσχημοσύνη, πόθεν οἰκετῶν ἑκάστῳ διανομὴ, ποῖα τῶν ὄντων προσνείμῃ τῷ μείζονι, πῶς τὸν μικρότερον θεραπεύσει φθονοῦντα. Ἡ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου, ἵνα ᾖ ἁγία καὶ σώματι καὶ πνεύματι. Οὐ τοῦ γάμου στηλιτεύω τὴν φύσιν· πρόνοια γὰρ οὗτος τοῦ γένους κοινή· ἀλλὰ τῶν ἐν γάμῳ δημοσιεύω τὴν μέριμναν, μερίμνης σαρκικῆς οὐράνιον προτίθημι μέριμναν, κάλλιον καλοῦ προτιμῶ. Κρείττων καὶ τῶν κατὰ τῆς Εὔας ἡ παρθένος προστίμων· τὸ γὰρ, Πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει, ταῖς παρ' ἀνδρῶν μὴ δεσποζομέναις ἀνίσχυρον· τὸ, Ἐν λύπαις τέξῃ τέκνα, ταῖς παρθενευούσαις ἀργόν· ἡ γὰρ μὴ τίκτουσα τῆς τῶν λυπηρῶν ὠδίνων ἐκτὸς ἀποφάσεως. Ἤδη τοῖς τῶν μελλόντων ἡ παρθένος ἐντρυφᾷς ἀῤῥαβῶσιν· ἤδη τῷ τῆς ἀναστάσεως ἁγιασμῷ συνοικεῖς.
Ἐν γὰρ τῇ 50.748 ἀναστάσει, φησὶν, οὔτε γαμοῦσιν, οὔτε γαμίσκονται. ∆ιὰ τοῦτο καὶ τὸ πτῶμα τοῦ πράγματος πάμμεγα, ἐπειδήπερ καὶ τὸ κατόρθωμα· διὰ τοῦτο τῆς πορνευομένης ἡ τῆς παρθενευομένης ἀσέλγεια μιαρωτέρα· οὐ γὰρ ἴσον παρθενευομένης καὶ πορνευομένης φθορά· οὐκ ἴσον ἰδιώτιδος καὶ βασιλίδος φθορά· οὐκ ἴσον σκεύους ἱερατικοῦ καὶ ἀγοραίου κλοπή. Σκεῦος γὰρ ἱερατικὸν ἡ παρθένος, πορφυρὶς, ἣν οὐκ ἔξεστιν ἄλλῳ πλὴν τῷ τῶν ὅλων βασιλεῖ προσηρμόσθαι, νύμφη γάμον ἀεὶ κεκτημένη παρθένον. Ὢ μακαρίων γάμων, ὧν ἡ στρωμνὴ παρθενία. Ὑπὲρ τούτων τῆς μακαρίας οἱ κίνδυνοι μάρτυρος· εἶδε γὰρ τοῦ νυμφίου τὸ κάλλος, καὶ τῆς θέας οὐκ ἀπεσπᾶτο· ἐπέκειτο μήτηρ πρὸς γάμον ἐπείγουσα, ἡ δὲ πρὸς τὸν ἐν τοῖς οὐρανοῖς διεβόα νυμφίον· Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ· ἐπεφοίτα μνηστὴρ διαλέξει γαμικῇ γαργαλίζων, ἡ δὲ τῷ Χριστῷ καθ' ἑαυτὴν συνετάττετο, Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου, λέγουσα· συνέῤῥεον συγγενεῖς κολακεύοντες, ἡ δὲ διαμαρτυρόμενον ἐφαντάζετο Παῦλον· Ἡρμοσάμην σε ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ· ἱκέτευον οἰκέται σὺν δάκρυσιν, ἡ δὲ προσῇδεν ἐρωτικῶς τῷ νυμφίῳ· Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; ἐφόβουν δικασταὶ τιμωρίαις, ἡ δὲ φρονήματι πάσας κατεπάτει βοῶντι· Οἱ ἄρχοντες οὐκ εἰσὶ φόβος τῶν ἀγαθῶν ἔργων, ἀλλὰ τῶν κακῶν.
Ὡς δὲ ἔδει κἂν ταῖς ὁδοῖς παρθενίας ἀνδριάντας ἀναστῆναι τῇ μάρτυρι, γίνεταί τι τοιοῦτον τῇ παιδὶ πειρατήριον. Ἀφεμένη τῆς κρίσεως τὴν Παύλου μετεδίωκε θήραν, καὶ ταῖς φήμαις ὁδηγουμένη κατεθάῤῥει καὶ ὁδῶν ἀγουσῶν ἐπὶ Παῦλον. Ἐτήρει δὲ ἄρα τὴν κόρην διάβολος, καὶ τηρήσας ὁδοιποροῦσαν ἐπιστρατεύει τὸν μνηστῆρα τῇ κόρῃ, τῆς παρθενίας ὡς ἐν ἐρημίᾳ λῃστήν. Καὶ δὴ πληρούσῃ τὴν ὁδὸν τῇ γενναίᾳ ἱππόπορνος κατόπιν ὁ μνηστὴρ ὀπιπεύων ἐπωλόλυζε σύλληψιν· ἄπορος πανταχόθεν στενοχωρία· ὁ πολεμῶν ἰσχυρὸς, ἡ πολεμουμένη σαθρά. Ποῦ τις ἐν ἐρημίᾳ καταφυγῆς καταφυγή; Στραφεῖσα δὲ πρὸς οὐρανὸν ἡ παρθένος, πρὸς τὸν πᾶσι πανταχοῦ τοῖς καλοῦσι παρόντα σὺν οἰμωγαῖς ἀνωλόλυζε· Κύριε ὁ Θεός μου, ἐπὶ σοὶ ἤλπισα. ***