2
προβλέπων μὲν τὸ ἄγνωμον, τὸ φίλτρον οὐκ ἤμβλυνεν· οὐ γὰρ ἔδει μὴ λάμψαι τὸν ἥλιον διὰ τοὺς πρὸς τὴν ἀκτῖνα τυφλούς· διὰ τοῦτο καὶ προειδὼς τὴν παράβασιν, τὴν φιλανθρωπίαν ἀνέτελλεν· καὶ προορῶν τὸ μέλλον, τὴν τιμὴν οὐκ ἀνεῖλεν, καὶ προγιγνώσκων τὴν ὕβριν, οὐ κατέσχεν τὴν χάριν, φιλοκαλῶν πλαττομένους, ἵνα κἂν ὡς πρόσκαιρος ἀπομάθῃ τὸ ἄπληστον, καὶ δῷ πρόφασιν τῷ Θεῷ δευτέρου δώρου πρὸς ἀρχὴν ἀϊδίου. ∆εινὸν γὰρ εἰς ἀπληστίας σωφρονισμὸν τελευτή. Τῷ γὰρ μετὰ μικρὸν κεισομένῳ τῆς ἀπλήστου τίς ὄνησις κτίσεως; Τῷ τὸν βίον ὡς ὁδὸν διϊόντι ἡ τῶν περιττῶν ἀχθοφορία ματαία. Ὁδὸν γὰρ τὸν βίον, οὐ πατρίδα κεκτήμεθα. Οὕτως αὐτὸν ὁ Κύριος ἐν τοῖς Εὐαγγελίοις καλῶν· Ἴσθι εὐνοῶν τῷ ἀντιδίκῳ σου ἕως ὅτου εἶ ἐν τῇ ὁδῷ μετ' αὐτοῦ.
Εὔλογος ἡ τῆς ὁδοῦ προσηγορία τῷ βίῳ· μεμέτρηται γὰρ ζωὴ ὥσπερ ὁδὸς διαστήμασιν· πρόσκαιρόν ἐστιν πλουτούντων καὶ πτωχῶν πανδοχεῖον· ὀλιγοχρόνιος παρερχομένων ἀνάπαυσις· Αἱ ἡμέραι γὰρ ἡμῶν ὡς σκιὰ παράγουσιν. Ποῦ τὰ πρῶτα τῆς ζωῆς ἡμῶν ἔτη; Παρῆλθεν ὡς σκιᾶς φαντασία, διέδραμεν ὡς σχήματος σκίασμα. Πόσον ἡμῖν τῆς ὑπολοίπου ζωῆς τὸ διάστημα; Τίθει πολυετίαν φιλότιμον, ἑκατοντοῦτιν ζωήν· εἰ δὲ βούλει, τριπλασίασιν δὸς ἔτεσιν, καὶ οὐδενὶ τῶν βιωτικῶν τούτων παρέξῃ τὸ μόνιμον· κἂν πλούτῳ φιλοτιμῆται, κἂν τρυφῇ περικλύζηται, κἂν θρόνων ὑψηλότητι λάμπῃ, κἂν ὅ τι οὖν τῶν τοῦ βίου συμπεριφέρῃ λαμπρῶν. Πάντα γὰρ τοῖς τῶν ἀνθέων μαρασμοῖς ἐοικότα, πάντα διαδοχῆς θρηνώδους ὑπεύθυνα, σαθρὰ μὲν ὄντα, καὶ καθ' ὃν θάλλει καιρόν· ἔχει γὰρ κινδύνων διὰ παντὸς ἀγωνίαν. Ὁ πλοῦτος μεριμνᾷ τὰς λῃστείας, ἡ τρυφὴ κινδυνώδης ταῖς νόσοις, μεταβολαὶ ταῖς δυναστείαις· καὶ παλαίσας πολυτρόποις κινδύνοις καὶ μυρίοις ἐκτακεὶς μεριμνήμασιν, ἔχει θάνατον αὐτῷ φυλαττόμενον, ἀντίπαλον ἄῤῥηκτον, ἀπερίγραφον τόποις, ἀκολάκευτον δώροις, ἀδυσώπητον θρήνοις, αἰφνίδιον ἅρπαγα. Ὁ χθὲς ἐν 64.477 πλούτῳ, σήμερον ἐξαπίνης ἐν τάφῳ· ὁ χθὲς ἐν συμποσίῳ τρυφῆς, σήμερον ἐν καταλόγῳ νεκρῶν· ὁ χθὲς ἐν τοῖς θρόνοις, τῇ μετὰ ταύτην ἐν σπαργάνοις· ὁ χθὲς ἐν τοῖς κόλαξι, μετὰ μικρὸν ἐν τοῖς σκώληξι. Ποῦ τῶν ἀριθμουμένων ἡ χαρὰ βαλαντίων;
Ποῦ τῆς προσόδου τῶν κτημάτων ὁ κόμπος; Ποῦ πλουσίου καὶ πενομένου νεκροῦ τὸ διάφορον; Ποῦ βασιλέως καὶ προσαίτου τὸ μέσον; Ἀμφοτέρων ὁ διάδοχος θάνατος, ἑκατέρου τὸ συμπέρασμα τάφος· πλὴν ἐνταφίων οὐδενὶ συνοδία Εὖγε τῆς Παύλου φωνῆς· Πορισμὸς, φησὶν, μέγας ἡ εὐσέβεια μετὰ αὐταρκείας· οὐδὲν γὰρ εἰσηνέγκαμεν εἰς τὸν κόσμον, δῆλον, ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα. Ἄμαχος συλλογισμὸς αὐταρκείας, τῷ μηδὲν τῶν κτηθέντων συνεξιέναι τοῖς κτήτορσιν· οὐδὲν γὰρ, φησὶν, ἐξενεγκεῖν δυνησόμεθα. Τί, φησὶν, ἃ μὴ μετάγεις, συνεξάγεις; Τί κατέχεις τὰ μὴ κρατούμενα; Τὸ πέρας τῆς αὐταρκείας τοῖς κτησαμένοις ἀνόνητον. Ὅσα γὰρ ἂν συλλέξειεν ἄνθρωπος, εἰς σκέπην αὐτῷ καὶ τροφὴν τελευτήσει, τῶν δὲ λοιπῶν ἁπάντων κληρονόμος ὁ βίος. Ψυχαγωγούμεθα δὲ ταῖς διαθήκαις οἱ κτήτορες, ἃ λαβεῖν οὐκ ἰσχύομεν, χαριζόμενοι γράμμασιν· ἃ κατέχειν οὐκ ἔστιν, ἀφιέναι δοκοῦντες, ὡς, εἴγε κατέχειν ἦν, οὐκ ἂν ἐξέστημεν ἄλλῳ. Καὶ δηλοῖ τὴν γνώμην τῆς διαθήκης ὁ πρόλογος· εἴη μέν με, φησὶν, ζῇν, καὶ κυριεύειν με τῶν ἐμῶν. Εὐχὴν περισφίγγοντος καὶ παραχωροῦντος φωνῇ γράφει τὸ γράμμα καὶ τοῦ γράμματος τὸ ἔργον ἀπεύχεται· εἴη μέν με ζῇν, καὶ κυριεύειν με τῶν ἐμῶν. Οὐδὲ ψυχοῤῥαγοῦντες τοῦ τῶν χρημάτων ἀφιστάμεθα φίλτρου· ἂν δέ τι, φησὶν, τὸν κατ' ἄνθρωπον πάθω, βούλομαι εἶναι κληρονόμους.
Κληρονομεῖ κἂν μὴ βούλει· ἡ φύσις σε καὶ ἄκοντα κληρονομεῖσθαι διέθετο. Κἂν σὺ τοῖς χρήμασι κληρονόμον μὴ γράψῃς, εὑρήσει κληρονόμον τὰ χρήματα· κἂν μηδενὶ καταλίπῃς, οὐδὲν ἐξενεγκεῖν ὧν ἐκτήσω δυνήσῃ. Οὐχ ὡς φαῦλον τὸ διατίθεσθαι λέγω· παραινεῖ γάρ που καὶ προφήτης ἀνθρώπῳ· Τάξαι περὶ τοῦ οἴκου