1

 2

2

τεταρταῖον νεκρὸν ἀναστήσας, ἐλ. ἡμ. Ὁ τοὺς ἀποστόλους συναθροίσας καὶ βασιλείας οὐρανῶν κληρονόμους ἀναδείξας, ἐλ. ἡμ. Ὁ ὑπὸ Ἰουδαίων συλληφθεὶς καὶ ὑπὸ ἀρχιερέων παραδοθείς, ἐλ. ἡμ. Ὁ ὑπὸ Ἡρῴδου προαχθεὶς καὶ ὑπὸ Πιλάτου ἀνακριθείς, ἐλ. ἡμ. Ὁ ἐν σταυρῷ σαρκὶ προσηλωθεὶς 7r καὶ ἐπὶ ξύλου αὐτοῦ κρεμασθείς, ἐλ. ἡμ. Ὁ τοῖς ἐν τῷ ᾅδῃ εὐαγγελισάμενος καὶ τῇ τριημέρῳ σου ἀναστάσει ἐκ νεκρῶν ἀναστάς, ἐλ. ἡμ. Ὁ ταῖς γυναιξὶ τὸ τῆς ἀναστάσεώς σου μυστήριον φανερώσας καὶ τοῖς μαθηταῖς χαρὰν δώσας, ἐλ. ἡμ. Ὁ τοὺς ἀποστόλους πληροφορήσας διὰ τύπων τῶν ἥλων καὶ τῆς πλευρᾶς, ἐλ. ἡμ. Ὁ συναυλισθεὶς τοῖς μαθηταῖς ἐπὶ ἡμέρας τεσσαράκοντα καὶ εἰς οὐρανοὺς ἀναληφθείς, ἐλ. ἡμ. Ὁ ἐν δεξιᾷ τοῦ πατρὸς καθήμενος καὶ ἐρχόμενος πάλιν κρῖναι ζῶντας καὶ νεκρούς, ἐλ. ἡμ. Ὁ ἡνίοχος τῶν χερουβὶμ καὶ ἐποχούμενος τοῖς σεραφίμ, ἐλ. ἡμ. Ὁ ἀρχιστράτηγος τῶν ἀγγέλων καὶ βασιλεὺς τῶν αἰώνων, ἐλ. ἡμ. Ἡ ἀνάστασις τῶν τεθανατωμένων καὶ σωτηρία τῶν ἀπολλυμένων, ἐλ. ἡμ. Ὁ ἥλιος τῆς δικαιοσύνης καὶ ἡ ζωὴ τῶν ἀνθρώπων, ἐλ. ἡμ. Ὁδηγὲ τῶν πεπλανημένων καὶ καταφυγὴ τῶν ἀπεγνωσμένων. ἐλ. ἡμ. Ὁ καλὸς ποιμὴν τῶν προβάτων καὶ νυμφίος τῆς ἐκκλησίας, ἐλ. ἡμ. Θεὲ ἐκ θεοῦ, θεὲ ἀληθινὲ ἐκ θεοῦ ἀληθινοῦ, μονογενῆ υἱὲ τοῦ πατρός, κύριε Ἰησοῦ Χριστέ, ὁ σωτὴρ ὁ σταυρωθεὶς ἐν σαρκὶ δι' ἡμᾶς, ἐλέησον ἡμᾶς.