1

 2

 3

2

Βούλει τρυφῆς ἀπολαύειν; ἀπόλαυε ἐν οἰκίᾳ, ὅπου, κἂν μέθη γένηται, πολλοὶ οἱ περιστέλλοντες· μὴ ἐν καπηλείῳ, ἵνα μὴ κοινὸν ᾖς θέατρον τοῖς παροῦσι καὶ σκάνδαλον ἑτέροις. Καὶ ταῦτα λέγω, οὐ κελεύων οἴκοι μεθύειν, ἀλλ' ἐν καπηλείῳ μὴ διατρίβειν. Ἐννόησον ἡλίκος γέλως, μετὰ τοιαύτην σύνοδον, μετὰ παννυχίδας, μετὰ Γραφῶν ἁγίων ἀκρόασιν, μετὰ μυστηρίων θείων κοινωνίαν, καὶ μετὰ πνευματικὴν χορηγίαν, ἄνδρα ἢ γυναῖκα ἐν καπηλείῳ φαίνεσθαι διημερεύοντας. Οὐκ οἴδατε ἡλίκη κεῖται κόλασις τοῖς μεθύουσι; τῆς γὰρ βασιλείας τοῦ Θεοῦ ἐκβάλλονται, καὶ τῶν ἀποῤῥήτων ἐκπίπτουσιν ἀγαθῶν, καὶ εἰς τὸ αἰώνιον πῦρ ἐκπέμπονται. Τίς ταῦτά φησιν; Ὁ μακάριος Παῦλος· Οὐ πλεονέκται, φησὶν, οὐ μέθυσοι, οὐ λοίδοροι, οὐχ ἅρπαγες βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι.

Τί γένοιτ' ἂν ἀθλιώτερον τοῦ μεθύοντος, ὅταν διὰ μικρὰν ἡδονὴν τοσαύτης ἀπολέσῃ βασιλείας ἀπόλαυσιν; Μᾶλλον οὐδὲ ἡδονὴν ὁ μεθύων καρπώσασθαι δύναται· ἐν γὰρ τῇ συμμετρίᾳ τὰ τῆς ἡδονῆς, ἐν δὲ τῇ ἀμετρίᾳ τὰ τῆς ἀναισθησίας. Ὁ δὲ οὐκ αἰσθανόμενος ποῦ κάθηται, ἢ κατάκειται, πῶς ἂν αἴσθοιτο τῆς τοῦ πόματος ἡδονῆς, μηδὲ τὸν ἥλιον αὐτὸν δυνάμενος ὁρᾷν διὰ τὴν πυκνὴν τῆς μέθης νεφέλην, πῶς ἂν ἀπολαύσειεν εὐφροσύνης; τοσοῦτον γὰρ αὐτοῦ τὸ σκότος, ὡς μὴ ἀρκεῖν αὐτῷ τὰς ἀκτῖνας εἰς τὸ λῦσαι τὸν ζόφον ἐκεῖνον. Ἀεὶ μὲν, ἀγαπητοὶ, κακὸν ἡ μέθη, μάλιστα δὲ ἐν ἡμέρᾳ μαρτύρων. Μετὰ γὰρ τῆς ἁμαρτίας καὶ ὕβρις ἐστὶ μεγίστη καὶ παραφροσύνη, καὶ ἐξουδένωσις θείων λογίων· ὅθεν διπλῆ γένοιτ' ἂν καὶ ἡ κόλασις. Εἰ μέλλεις τοίνυν, εἰς μάρτυρας παραγενόμενος, μετὰ τὴν ἐντεῦθεν ἀναχώρησιν μεθύειν, βέλτιον οἴκοι μένειν, καὶ μὴ ἀσχημονεῖν, μηδὲ ὑβρίζειν τῶν μαρτύρων τὴν ἑορτὴν, μηδὲ σκανδαλίζειν τὸν πλησίον, μηδὲ πολιορκεῖν τὴν διάνοιαν, μηδὲ ἁμαρτήματα προστιθέναι. Ἦλθες ἰδεῖν ἀνθρώπους ξεομένους, αἵματι περιῤῥεομένους, τραυμάτων χορῷ καλλωπιζομένους, τὴν παροῦσαν ἀποδυσαμένους ζωὴν, πρὸς τὴν μέλλουσαν ἱπταμένους· γενοῦ τῶν ἀγωνιστῶν ἄξιος. Κατεφρόνησαν ἐκεῖνοι ζωῆς, καταφρόνησον σὺ τρυφῆς· ἀπεδύσαντο ἐκεῖνοι τὸν παρόντα βίον, ἀπόδυσαι σὺ τῆς μέθης τὸν πόθον. Ἀλλὰ βούλει τρυφᾷν; παράμενε τῷ τάφῳ τοῦ μάρτυρος, ἔκχεε πηγὰς δακρύων ἐκεῖ, σύντριψον τὴν διάνοιαν, ἆρον εὐλογίαν ἀπὸ τοῦ τάφου· λαβὼν αὐτὴν συνήγορον ἐν ταῖς εὐχαῖς, ἐνδιάτριβε ἀεὶ τοῖς διηγήμασι τῶν παλαισμάτων ἐκείνου· περιπλάκηθι τὴν σορὸν, προσηλώθητι τῇ λάρνακι· οὐχὶ τὰ ὀστᾶ μόνον τῶν μαρτύρων, ἀλλὰ καὶ οἱ τάφοι αὐτῶν, καὶ αἱ λάρνακες πολλὴν βρύουσιν εὐλογίαν. Λάβε ἔλαιον ἅγιον, καὶ κατάχρισόν σου ὅλον τὸ σῶμα, τὴν γλῶτταν, τὰ χείλη, τὸν τράχηλον, τοὺς ὀφθαλμοὺς, καὶ οὐδέποτε ἐμπεσῇ εἰς τὸ ναυάγιον τῆς μέθης. Τὸ γὰρ ἔλαιον διὰ τῆς εὐωδίας ἀναμιμνήσκει σε τῶν ἄθλων τῶν μαρτύρων, καὶ πᾶσαν ἀκολασίαν χαλινοῖ, καὶ κατέχει 50.665 ἐν πολλῇ καρτερίᾳ, καὶ περιγίνεται τῶν τῆς ψυχῆς νοσημάτων. Ἀλλὰ κήποις ἐνδιατρίψαι βούλει, καὶ λειμῶσι καὶ παραδείσοις;

Μὴ νῦν, ὅτε δῆμος τοσοῦτος, ἀλλ' ἐν ἑτέρᾳ ἡμέρᾳ· σήμερον γὰρ παλαισμάτων καιρὸς, σήμερον θεωρία ἀγωνισμάτων, οὐ τρυφῆς, οὐδὲ ἀνέσεως. Ἦλθες ἐνταῦθα, οὐχ ἵνα εἰς ῥᾳστώνην δώσῃς σεαυτὸν, ἀλλ' ἵνα μάθῃς ἀγωνίζεσθαι, παγκρατιάζειν, καὶ ἄνθρωπος ὢν τῶν ἀοράτων δαιμόνων συγκόπτειν τὴν ἰσχύν. Οὐδεὶς γὰρ εἰς παλαίστραν ἐλθὼν τρυφᾷ, οὐδὲ εἰς καιρὸν παλαισμάτων παραγενόμενος ὡραΐζεται, οὐδὲ ἐν καιρῷ παρατάξεως τραπέζας ἐπιζητεῖ. Μὴ τοίνυν καὶ σὺ ψυχῆς ἀνδρείαν καὶ γνώμης εὐτονίαν ἐλθὼν θεάσασθαι, καὶ τρόπαιον καινὸν καὶ παράδοξον, καὶ μάχην τινὰ ἐξηλλαγμένην, καὶ τραύματα καὶ πολέμους, καὶ παγκράτιον ἀνθρώπου, πράξεις δαιμονικὰς εἰσαγάγῃς, μετὰ τὴν ξένην καὶ φρικτὴν ταύτην θεωρίαν μέθῃ καὶ τρυφῇ ἑαυτὸν ἐκδοὺς, ἀλλὰ τὰ κέρδη τῆς ψυχῆς συναγαγὼν, οὕτως οἴκαδε ἄπιθι, διὰ τῆς ὄψεως πᾶσιν ἐνδεικνύμενος, ὅτι μάρτυρας θεωρήσας ἀνεχώρησας. Ὥσπερ γὰρ οἱ ἀπὸ τῶν θεάτρων κατιόντες, δῆλοι πᾶσίν εἰσι συντεταραγμένοι, 50.666 συγκεχυμένοι,