1

 2

 3

2

κατέδραμε, καὶ κόρην ἀσπάζεται· οὐ περιβέβληται σῶμα, καὶ γυναικὶ παρίσταται, ὡς ποσὶ ταῖς πτέρυξι περιπατῶν ἐπὶ τῆς γῆς. Τί ζητεῖ πρὸς τὴν ἐκ γῆς; ἄγγελός μοι φαίνεται, καὶ ὡς ἄνθρωπος φθέγγεται· ἐξ ἀσωμάτων ἁγίων φωνή μοι προβάλλεται· φωστῆρος φωτεινότερον κεκαλλώπισται πρόσωπον· χιτῶνα προβέβληται· νεανίσκον ὁρῶ σάρκα μὴ περικείμενον, πατοῦντα τὸ ἔδαφος, καὶ ἴχνος μὴ ζω 61.738 γραφοῦντα· γλῶσσαν μὴ κεκτημένον, καὶ τὸ Χαῖρέ μοι κεκραγότα· χείλη μὴ σαλεύοντα, καὶ χαίρειν μοι προφητεύοντα. Οὐκ οἶδα τί λογίσωμαι τὴν ἔμφρικτον ὀπτασίαν. Εἰ τὸν πεμφθέντα οὐ νοῶ, πῶς γνώσομαι τὸν πέμψαντα; εἰ ὁ μηνύων φοβερὸς, ὁ μηνυθεὶς φοβερώτερος· εἰ οὕτως ἀπαστράπτων ἐμαύρωσέ μου τὸν νοῦν, ποίῳ σώματι κρύψω δικαιοσύνης τὸν ἥλιον; εἰ τὸ κτίσμα θροεῖ με, πῶς ἐνέγκω τὸν κτίσαντα; εἰ τὸν δοῦλον ἐπτόημαι, τὸν ∆εσπότην πῶς τέξομαι; Εἶπε δὲ αὐτῇ ὁ ἄγγελος· Μὴ φοβοῦ, Μαριάμ.

Οὐ σκελίζῃ ὥσπερ ἡ Εὔα· ἐξ ἐκείνης ὁ θάνατος, ἐκ δὲ σοῦ ζωὴ ἀθάνατος· ἐξ ἐκείνης καρπὸς νεκρώσεως, ἐκ δὲ σοῦ καρπὸς ζωοποιός· ἐξ ἐκείνης ἀπάτη, ἐκ δὲ σοῦ ἀγάπη· ἐξ ἐκείνης τοῖς ἀνθρώποις ὁ τοῦ Θεοῦ χωρισμὸς, ἐκ δὲ σοῦ Θεοῦ καὶ σαρκὸς συμπλοκὴ ἀνερμήνευτος· ἐξ ἐκείνης ὁ σκοτεινὸς ὕπνος τοῦ ᾅδου, ἐκ σοῦ φωτεινὸς λύχνος τοῦ κόσμου· ἐξ ἐκείνης κατάρα, ἐκ δὲ σοῦ εὐλογία· ἐξ ἐκείνης ἡ ἀπόφασις, ἐκ δὲ σοῦ ἡ συγχώρησις· ἐξ ἐκείνης ἡ θλῖψις, ἐκ δὲ σοῦ ἡ πίστις· ἐξ ἐκείνης τὰ δάκρυα, ἐκ δὲ σοῦ ποταμοὶ ὕδατος ζῶντος· ἐξ ἐκείνης οἱ ἱδρῶτες, ἐκ δὲ σοῦ ἡ ἀνάπαυσις· ἐξ ἐκείνης ἡ ἀρχαία πληγὴ, ἐκ δὲ σοῦ Τριάδος ζωή· ἐξ ἐκείνης μισαδελφία, ἐκ δὲ σοῦ φιλανθρωπία· ἐξ ἐκείνης κατακλυσμὸς, ἐκ δὲ σοῦ λουτρὸν ἀθανασίας· ἐξ ἐκείνης οἱ φονεῖς, ἐκ δὲ σοῦ ἀναγέννησις· ἐξ ἐκείνης ζώντων σφαγαὶ, ἐκ δὲ σοῦ ἡ νεκρῶν ἔγερσις· ἐξ ἐκείνης δωδεκάφυλον μισητὸν, ἐκ δὲ σοῦ δώδεκα ἀπόστολοι ἀγάπῃ συνηνωμένοι· ἐξ ἐκείνης ὁ θάνατος τὸν κόσμον διατρέχων, εἰς σὲ δὲ προσκόψας πεσεῖται· ἐξ ἐκείνης τὸ πτῶμα, ἐκ δὲ σοῦ ἡ ἀνάστασις. Μὴ φοβοῦ, Μαριάμ· εὗρες γὰρ χάριν παρὰ τῷ Θεῷ. Καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρὶ τὸν ἐν Πατρὶ καὶ ἐν σαρκί· καὶ τέξῃ υἱὸν τοῦ Ἀδὰμ ἀρχαιότερον, τέξῃ υἱὸν ἐμοῦ παλαιότερον, τέξῃ υἱὸν οὐρανοῦ ὑψηλότερον, τέξῃ υἱὸν τῶν Χερουβὶμ ἀνώτερον, τέξῃ υἱὸν τῶν αἰώνων δημιουργὸν, τέξῃ υἱὸν συνάναρχον τῷ Πατρὶ, τέξῃ υἱὸν συναΐδιον τῷ Πνεύματι, τέξῃ υἱὸν, οὗ τὰ πάντα ὑπάρχει, τέξῃ υἱὸν, ὃν ἡμεῖς μὴ καθορῶμεν, τέξῃ υἱὸν, οὗ ἡ μορφὴ λανθάνει με, τέξῃ υἱὸν ᾧ παρίσταμαι ἔντρομος. Καὶ ἐπληρώθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτὴν, καὶ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον, ὃν οὐκ ἐφύτευσεν ἀνήρ· ἔτεκε τὸν υἱὸν αὐτῆς, ὃν οὐκ ἐβάστασε πατήρ· ἔτεκε τὸν στάχυν, ὃν οὐκ ἔσπειρε σῶμα· ἔτεκε δημιουργὸν γενόμενον ἄνθρωπον· ἔτεκεν ἐν σπηλαίῳ, καὶ ἐν Περσίδι ἐφάνη. Τοῦ γὰρ Χριστοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, ἰδοὺ, μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντο εἰς Ἱεροσόλυμα λέγοντες.

Ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; Ποῦ ἐστιν ὁ μὴ σπαρεὶς καὶ τεχθείς; ὁ πρὸ ἑαυτοῦ τὸν ἑαυτοῦ ἀποστείλας ἀστέρα; ποῦ ἐστιν ὁ διὰ ξένης ἀκτῖνος ἕλκων ἡμᾶς πρὸς φῶς ἀγνοούμενον; ποῦ ἐστιν ὁ ἀμετρήτῳ παλάμῃ τειχίζων τὴν οἰκουμένην; ποῦ ἐστιν ὁ πανταχοῦ φαινόμενος, καὶ ἐν σαρκὶ κρυπτόμενος; ποῦ ἐστιν ὁ λύσας ἡμᾶς τῆς πλάνης, καὶ ὁδηγῶν πρὸς τὴν χάριν; ποῦ ἐστιν ὁ φανεὶς ὑπὸ τὴν δρῦν εἰς τριάδα ἀγγέλων; ποῦ ἐστιν ὁ τὴν βάτον μὴ φλέξας, καὶ τὴν μητέρα μὴ φθείρας; ποῦ ἐστιν ὁ ἐκ Πατρὸς, μὴ ὁρώμενος, καὶ μητρὸς κατεχόμενος; ποῦ ἐστιν ὁ ξηράνας τὴν ἐρυθρὰν θάλασσαν, καὶ γάλα ποτιζόμενος; ποῦ ἐστιν ὁ πατάξας τὸν Φαραὼ, καὶ Ἡρώδην κρυπτόμενος; ποῦ ἐστιν ὁ τὸν δράκοντα δύσας, καὶ ἐν σπαργάνοις κείμενος; ποῦ ἐστιν ὃν οὐκ εἶδον ἀρχάγγελοι, καὶ θεωροῦσιν ἄνθρωποι; Καὶ ἰδοὺ ὁ ἀστὴρ, ὃν εἶδον ἐν τῇ ἀνατολῇ, προῆγεν αὐτοὺς, ἕως ἐλθὼν ἔστη ἐπάνω, οὗ ἦν τὸ παιδίον· καὶ προσκυνήσαντες, προσήνεγκαν αὐτῷ δῶρα, χρυσὸν καὶ λίβανον καὶ σμύρναν. Καὶ χρηματισθέντες μὴ ἀνακάμψαι πρὸς Ἡρώδην, δι' ἄλλης