2
πέρατα τῆς οἰκουμένης τῆς θεολογίας τὴν σαγήνην ἐξήπλωσε λέγων, Ἐν ἀρχῇ ἦν ὁ Λόγος. Ὡς ἀληθῶς Μέγας ὁ Κύριος ἡμῶν, καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ, καὶ τῆς συνέσεως αὐτοῦ οὐκ ἔστιν ἀριθμός· ὁ εἰπὼν πρὸς αὐτοὺς, Ἐγὼ δώσω ὑμῖν στόμα καὶ σοφίαν. Πόσοι βασιλεῖς καὶ δυνάσται καὶ σοφοὶ ἐφώνησαν πολλάκις ἐν δυνάμει μεγάλῃ, ἀλλ' ἡ φωνὴ αὐτῶν οὐδ' ἕως τῶν τειχέων τῆς πόλεως ἔφθασε; καὶ ὁ πένης ὁ ἁλιεὺς ἐν Ἐφέσῳ ἐφθέγξατο· Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ πᾶσαν τὴν γῆν ἡ φωνὴ ἐκάλυψεν. Εἶδες στόμα πάσης φωνῆς ὑψηλότερον; εἶδες γλῶσσαν ἀστραπῆς ὀξυτέραν; εἶδες φωνὴν πάσης βροντῆς τρανοτέραν; εἶδες δύναμιν τοιαύτην; διδάσκαλον ἀπὸ τῆς Ἐφέσου πάντα τὰ ἔθνη μαθητεύοντα, καὶ θεολογεῖν διδάσκοντα· Ἐν ἀρχῇ ἦν ὁ Λόγος. Αὕτη ἡ φωνὴ τὴν οἰκουμένην ἡλίευσε, καὶ σαλευομένην ἐστήριξεν· αὕτη ἡ φωνὴ τὸν κόσμον ἐφώτισε, καὶ κατὰ τοῦ ἀντιπάλου ἐνίσχυσεν· αὕτη ἡ φωνὴ τῶν πολλῶν ἀνάστασις καὶ σωτηρίας πρόξενος τινῶν δὲ πτῶσις καὶ 59.611 καθαίρεσις διὰ τὸ ἀντιλεγόμενον σημεῖον· τῶν μὲν πιστευόντων, ὅτι ἐν ἀρχῇ ἦν, ἀνάστασις· τῶν δὲ λεγόντων, ὅτι ἐξ οὐκ ὄντων ἐγένετο, πτῶσις καὶ σιωπή. Πολὺ γὰρ πλῆθος τῶν αἱρετικῶν τότε ἐπαναστάντες ἐσάλευον τὴν Ἐκκλησίαν, ἀδικίαν εἰς τὸ ὕψος λαλοῦντες, καὶ λέγοντες, ὅτι ἦν ποτε, ὅτε οὐκ ἦν, καὶ πρὶν γενέσθαι οὐκ ἦν, καὶ ὅτι ἐξ οὐκ ὄντων ἐγένετο. Ὦ στόματα μιαρὰ, καὶ γλῶσσαι ἐβδελυγμέναι, καὶ χείλη ἰοῦ ἀσπίδων πεπληρωμένα!
Τί ταύτης τῆς βλασφημίας χεῖρον; τί ταύτης τῆς ἀθεΐας ἀτιμότερον; Ὅθεν ὁ ἀπόστολος Ἰωάννης μηκέτι φέρων ἀκούειν τὰς τούτων μιαρὰς φωνὰς, συντάττει τὸ Εὐαγγέλιον, παρακαταθεὶς τῇ Ἐκκλησίᾳ μέγαν θησαυρὸν, τὸν τέταρτον ποταμὸν, τὸν πολύτιμον μαργαρίτην. Ἐπανελθὼν γὰρ, ὡς προείρηται, ἀπὸ τῆς ἐξορίας εἰς Ἔφεσον, καὶ κατανοήσας λοιπὸν, ὅτι τῶν λοιπῶν εὐαγγελιστῶν αἱ βίβλοι κατηρτίσθησαν, καὶ πᾶσα σχεδὸν θεόπνευστος Γραφὴ πρὸς οἰκοδομὴν τῆς Ἐκκλησίας, λείπει δὲ ὁ τέταρτος τῆς οἰκουμένης θεμέλιος, καὶ ὅτι τούτου ἐκτὸς τὴν οἰκουμένην σταθῆναι οὐκ ἔνι ἐλογίζετο ἐν ἑαυτῷ λέγων. Τί ἀναβάλλομαι; τί, φησὶ, μακροθυμῶ ἔτι; τί οὐ προσφέρω εἰς μέσον τὸ ἀπὸ τῶν αἰώνων κεκρυμμένον μυστήριον; τί ἀποκρύβω ἑαυτῷ τὴν ἀπὸ τῶν αἰώνων σοφίαν, ἣν ἐκ τῆς ἀθανάτου πηγῆς ἐπιπεσὼν εἵλκυσα; τί οὐ δημοσιεύω, ὃν ἄγγελοι ἀγνοοῦσι; τί οὐκ ἀποκαλύπτω τοῖς πέρασιν, ὃν οὐδεὶς ἐπιγινώσκει, εἰ μὴ ὁ Πατήρ; τί οὐ γράφω, ὅπερ Ματθαῖος καὶ Μάρκος καὶ Λουκᾶς δι' ἐπαινουμένην δειλίαν παρασιωπήσαντες παρέδραμον, τελέσαντες τὰ προστεταγμένα αὐτοῖς; Ὅθεν λαλήσω κἀγὼ κατὰ τὴν δοθεῖσάν μοι δωρεὰν ἄνωθεν. Ματθαῖος μὲν ὅσον ἐχώρει, ἔγραψε κατὰ τὴν ἰδίαν δύναμιν, Μάρκος δὲ καὶ Λουκᾶς ὁμοίως κατὰ τὴν τοῦ ἁγίου Πνεύματος χορηγίαν τὰς ἑαυτῶν βίβλους θεοπρεπῶς ἐδογμάτισαν. Γράψω κἀγὼ καὶ προσθήσω τοῖς ἔμπροσθεν τὴν τετάρτην πηγὴν τῆς ζωῆς.
Λείπει γὰρ εἰς θεοσύστατον φωνὴν ὁ περὶ θεολογίας λόγος, καὶ κινδυνεύει ὁ κόσμος ἐν τῷ μέρει τούτῳ. Γράψω βίβλον, δι' ἧς ἐμφραγῇ πᾶν στόμα λαλοῦν κατὰ Θεοῦ ἀδικίαν· γράψω βίβλον τὴν καλύπτουσαν πᾶσαν ἐν κόσμῳ σοφίαν· γράψω βίβλον, οὐ περὶ ἀνθρώπου διηγουμένην. Οὐ γὰρ λείπει τῇ Ἐκκλησίᾳ, ἃ περὶ τούτων ἔγραψε Μωϋσῆς περὶ οὐρανοῦ τε καὶ γῆς καὶ θαλασσῶν καὶ ἰχθύων καὶ πετεινῶν καὶ τετραπόδων, καὶ ἑρπετῶν καὶ φυτῶν καὶ σπερμάτων καὶ φωστήρων καὶ βρωμάτων καὶ λοιπῆς κτίσεως· ἐγὼ δὲ πάντα τὰ ἀπὸ χρόνου καὶ ἐν χρόνῳ γινόμενα καταλείψας, λαλήσω περὶ τοῦ ἀχρόνου καὶ ἀκτίστου τοῦ πρὸ πάντων τῶν αἰώνων ἐκ τοῦ Πατρὸς ἀῤῥήτως γεννηθέντος Θεοῦ Λόγου, περὶ οὗ Μωϋσῆς οὗτος εἰπεῖν οὐκ ἴσχυσεν· ἐγὼ δὲ Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ. Ταῦτα ἐν ἑαυτῷ σκεπτόμενος ὁ ἀπόστολος Ἰωάννης, καὶ τὸν γραφικὸν κάλαμον ἐν τῇ χειρὶ κατέχων, καὶ ἐννοῶν πῶς τῆς θεολογίας ἄρξηται, χαίρων μὲν τῇ ψυχῇ, τρέμων δὲ τῇ χειρὶ μετάρσιος γίνεται, καὶ τῷ σώματι ἐν Ἐφέσῳ ὢν τῇ καθαρᾷ καρδίᾳ τῷ πνεύματι