2
τοῦ Θεοῦ· Παῦλος, τὸ στόμα τοῦ Χριστοῦ, ἡ λύρα τοῦ Πνεύματος, ὁ τρίπηχυς ἄνθρωπος, καὶ τῶν οὐρανῶν ἁπτόμενος· ὁ ἐν τόπῳ περιγραφόμενος, καὶ τὸν κόσμον ἅπαντα τῷ ∆εσπότῃ περιγράφων· ὁ ἀπὸ Ἱερουσαλὴμ καὶ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ πεπληρωκὼς τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ· ὁ ὀξύδρομος δρομεὺς, ὁ εἰς οὐρανὸν ἀνιπτάμενος ἀετὸς, ὁ θείας χάριτος πεπληρωμένος, ὁ μαρτυρούμενος ὑπὸ τοῦ Κυρίου βαστάζειν τὸ ὄνομα αὐτοῦ ἐνώπιον πάσης τῆς οἰκουμένης, ὁ τριώροφον οὐρανὸν διελθὼν, καὶ εἰς παράδεισον εἰσελθὼν, καὶ μέχρι τῆς ∆εσποτικῆς καὶ ἀπερινοήτου καθέδρας ἀναβὰς, καὶ ἀκούσας τῶν ἀποῤῥήτων μυστηρίων, ὧν οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι.
Τί δὲ καὶ πρὸς Πέτρον ἐροῦμεν; τὸ γλυκὺ τῆς Ἐκκλησίας θέαμα, ἡ λαμπηδὼν τῆς οἰκουμένης, ἡ πρόαγνος περιστερὰ, ὁ καθηγητὴς τῶν ἀποστόλων, ὁ θερμὸς ἀπόστολος; ὁ ζέων τῷ Πνεύματι, ὁ ἄγγελος καὶ ἄνθρωπος, ὁ χάριτος μεμεστωμένος, ἡ στερεὰ τῆς πίστεως πέτρα, τὸ γηραλέον τῆς Ἐκκλησίας φρόνημα, ὁ μακάριος καὶ υἱὸς περιστερᾶς ἀκούσας διὰ τὴν ἁγνείαν ἐκ τοῦ ∆εσποτικοῦ στόματος, ὁ τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν ἐξ αὐτοῦ τοῦ Κυρίου εἰληφώς. Τῶν ἀγγέλων τὰ τάγματα ὑμεῖς ἐσυλήσατε. Καὶ τί πολλὰ λέγω; Αὐτὸς ὁ Κύριος ἐγκωμιάζει ὑμᾶς, λέγων· Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου· οἱ βασιλέων εὐπορώτεροι, οἱ πλουσίων δυνατώτεροι, οἱ στρατιωτῶν ἰσχυρότεροι, οἱ σοφῶν καὶ φιλοσόφων σοφώτεροι, οἱ ῥητόρων εὐγλωττότεροι, Οἱ μηδὲν ἔχοντες, καὶ πάντα κατέχοντες. Ὑμεῖς ἐστε τῶν μαρτύρων ὑπομονὴ, τῶν πατριαρχῶν τὸ ὀρθόδοξον, τῶν μοναζόντων ἡ ἄσκησις, τῶν παρθένων οἱ στεφανῖται, τῶν ἐν ὁμοζυγίαις οἱ εἰρηνοποιοὶ, τῶν ἁρπακτῶν πλουσίων οἱ χαλινοὶ, τῶν ἀκολάστων οἱ σωφρονισταὶ, ἡ σκέπη τῶν βασιλέων, τὰ τείχη τῶν Χριστιανῶν, τῶν βαρβάρων οἱ ἀντίπαλοι, οἱ φιμὸν τοῖς αἱρετικοῖς ἐπιθέντες, οἱ νεκροῦντες τὰ ἄλογα πάθη τῶν σωμάτων, οἱ τοὺς λεγεῶνας τῶν δαιμόνων ἀπελάσαντες, οἱ τοὺς βωμοὺς τῶν Ἑλλήνων καθελόντες, οἱ τὰ ἄνω καὶ τὰ κάτω κληρονομήσαντες· τῶν μὲν ἄνω τὰς κλεῖς εἰληφότες, τῶν δὲ κάτω λύειν καὶ δεσμοῦν τὰς ἁμαρτίας ἐξουσίαν ἔχοντες. Ὢ τοῦ ἰδιώτου τὸ θαῦμα! ὢ τοῦ ἀγραμμάτου ἡ σοφία! Πέτρος, ὁ ἐν τῇ σκιᾷ αὐτοῦ παραλυτικοὺς σφίγγων, καὶ θάνατον λύων· Παῦλος, ὁ ἐν τοῖς ἱματίοις αὐτοῦ νοσήματα ἐκδιώκων, καὶ δαίμονας φυγαδεύων· οἱ εἰς μέσον τὴν μητέρα τοῦ Κυρίου ἔχοντες, καὶ κρείττους πνεύματος δικαίου ὑπάρχοντες· Παῦλος ἡ ἄπαυστος χελιδὼν τῆς Ἐκκλησίας· Πέτρος ὁ διηνεκῶς τῇ οἰκουμένῃ, καθάπερ ἀηδὼν, λυρίζων ἀπαύστως· οἱ στῦλοι τῆς Ἐκκλησίας, οἱ μεγάλοι τῆς οἰκουμένης φωστῆρες, οἱ κρείττους ἀλλήλων, καὶ ἀμείνους πάσης ὁμοῦ τῆς κτίσεως. Χαίροις, Πέτρε, τῆς πίστεως ἡ πέτρα· χαίροις, Παῦλε, τῆς Ἐκκλησίας τὸ καύχημα· χαίροις, Πέτρε, ἡ κρηπὶς τῆς ὀρθοδοξίας· χαίροις, Παῦλε, ἡ μέριμνα τῶν Ἐκκλησιῶν· χαίροις, Πέτρε, τὸ ἐγκαλλώπισμα τῆς οἰκουμένης· χαίροις Παῦλε, ἡ εἴσοδος τοῦ παραδείσου· 59.494 χαίροις, Πέτρε, ὁ χειραγωγὸς τῆς βασιλείας τῶν οὐρανῶν· χαίροις, Παῦλε, εὔδιος λιμὴν τῶν χειμαζομένων· χαίροις, Πέτρε, ὁ πολλῶν ἐπαίνων ἀξιωθεὶς ὑπὸ τοῦ Κυρίου· χαίροις, Παῦλε, ὁ τῶν πολλῶν χαρισμάτων κυβερνήτης ὑπάρχων· χαίροις, Πέτρε, ὁ θερμὸς καὶ ζέων τῷ Πνεύματι τῷ ἁγίῳ· χαίροις Παῦλε, ὁ εὔτονος δρομεύς· οἱ τὴν ὑφήλιον ἅπασαν τῷ κηρύγματι τῷ ἁγίῳ φωτίσαντες, οἱ μυρία δεινὰ διὰ τὴν Ἐκκλησίαν ὑπομείναντες, ἐν φυλακαῖς κατακλειόμενοι, ὑπὸ Ἰουδαίων βδελυττόμενοι, ὑπὸ βαρβάρων συρόμενοι, ὑπὸ βασιλέων αἰκιζόμενοι, οἱ ἀναπνεῖν εὐχερῶς μὴ συγχωρούμενοι, καὶ παύσασθαι μὴ ἀνεχόμενοι τῆς διδασκαλίας· οἱ μέλος τοῦ σώματος κινῆσαι μὴ δυνάμενοι, διὰ τὸ βάρος τῶν δεσμῶν, καὶ πᾶσαν τὴν οἰκουμένην δεδεμένην τῇ ἁμαρτίᾳ δι' ἐπιστολῶν λύοντες.
Τῶν δαιμόνων τὰς φάλαγγας ὑμεῖς κατετροπώσατε· δι' ὑμῶν ἡ τοῦ ἁγίου Πνεύματος χάρις εἰς τὴν οἰκουμένην ἐφήπλωται· τὴν ἀχλὺν τῆς πλάνης ὑμεῖς