1

 2

 3

 4

2

μέγας. Καὶ ἡ παρθένος· Ποῖος μέγας; ὁ μνήστωρ μου πένης ὑπάρχει, κἀγὼ λίαν πτωχή· κτήματα οὐχ ὑπάρχει μοι, χρημάτων ὑστερούμεθα, τῷ γένει οὐκ εὔσημοι, καὶ μετὰ ταῦτα εἰς ἀπογραφὴν ἑλκόμεθα. Πάντως ὁ συντελεστὴς συντελέσει τὰ δίδραχμα· καὶ λέγεις, Ἔσται μέγας; Παῦσαι, παῦσαι τοιαῦτα ὑπισχνούμενος. Καὶ ὁ ἄγγελος· Οὐ πιστεύεις τῷ ἥττονι; τὸ μεῖζον, κἂν μὴ θέλῃς, κατάδεξαι· Υἱὸς Ὑψίστου κληθήσεται. Καὶ ἡ παρθένος· Ἄρτι τοῦ οἴκου μου ἔξελθε, μὴ ἀκούσῃ ὁ Ἰωσὴφ, καὶ ἀναγγελῇ τοῖς ἱερεῦσι, καὶ ὁ στερισκόμενος συζυγίας σκεπάρνῳ ἀποτέμῃ τὸν τράχηλόν σου, ἐπειδὴ ἐγγύς μοι λαλεῖς καὶ ἐν προθύροις κέλλης ἐμῆς. Ἐξ οὐρανοῦ νυμφίον ἐπαγγέλλῃ μοι φέρειν; καὶ ποία φύσις ἐν οὐρανῷ ἐπιθυμητικὴ γάμου ἐστί; Πάντα τὰ ἐπουράνια πνεύματα, ἀσώματα ὑπάρχει· πῶς οὖν τὰ ἀσώματα μιγήσεται σώμασι; Καὶ ὁ ἄγγελος· Ἐκ σώματος καὶ ἀσωμάτου Υἱὸς Ὑψίστου κληθήσεται. Καὶ ἡ παρθένος· Πόθεν οὖν ἕξει πατέρα, ὡς λέγεις, ὁ ἐξ ἐμοῦ μέλλων τίκτεσθαι; Καὶ ὁ ἄγγελος· Τοῦτο γάρ ἐστι, παρθένε, τὸ λίαν παράδοξον, ὅτι ἄνδρα οὐ γνώσῃ, καὶ τέξῃ ὃν λέγω σοι, καὶ ὀρφανὸς ὁ παῖς οὐχ εὑρεθήσεται· καὶ ἐκ μήτρας σῆς ἐξελεύσεται, καὶ τὸν πυλῶνα οὐ παραθλίψει, καὶ τὸ εἶναι παρθένος οὐκ ἀπολέσεις, καὶ θηλάσεις τὸ ἐκ σοῦ γεννώμενον, καὶ ἐν ἀγκάλαις βαστάσεις τὸ βρέφος, καὶ ἐπὶ τῶν Χερουβὶμ αὐτὸν καθεζόμενον βλέψῃ. Τούτῳ ἐκ σοῦ γεννωμένῳ ∆ώσει Κύριος ὁ Θεὸς τὸν θρόνον ∆αυῒδ τοῦ πατρὸς αὐτοῦ, καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος. Καὶ ἡ παρθένος· Ὡς οὐ θέλεις, λαλῶν πέπτωκας. Τὸ σὸν στόμα σου κατηγορεῖ, καὶ τὰ χείλη σου γεγένηταί σοι ἔλεγχος· πρὸ βραχέος γὰρ ἔλεγες, Υἱὸς Ὑψίστου κληθήσεται ὁ γεννώμενος· καὶ ἄρτι λέγεις, Υἱὸς ∆αυΐδ· τίς ὁ λόγος οὗτος; Ὅταν θέλῃς, τὴν ἐμὴν διάνοιαν εἰς οὐρανοὺς ἀνάγεις· ὅταν δὲ βούλῃ πάλιν, εἰς τὴν γῆν κατάγεις. Ποίῳ πιστεύσω ῥήματι; τῷ πρώτῳ, ἢ τῷ δευτέρῳ; Λέγεις γὰρ, ∆ώσει Κύριος αὐτῷ τὸν θρόνον ∆αυῒδ τοῦ πατρὸς αὐτοῦ, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος.

Οὐδεὶς βασιλέων ὑπῆρξεν ἀθάνατος, οὐδεὶς τὸ κοινὸν τέλος ἐξέφυγε· πάντας μεθίστησι θάνατος, ὡς δεσπότης· πάντας λογοθετοῦσιν οἱ σκώληκες· οὐδεὶς βασιλέων τὸν τοῦ ᾅδου πυλῶνα διέφυγε· πάντας κρατεῖ, πάντας ἐν τάφοις φρουρεῖ· οὐδεὶς ἐκείνου ὑπερήλατο δίκτυα, οὐδεὶς τὰς ἐκείνου παγίδας ἐξέφυγεν· οὐ Σαοὺλ ὁ πρῶτος ἐγκαινίσας τὸ τῆς βασιλείας διάδημα· οὐ ∆αυῒδ ὁ ὑπὸ κέρατος φανερωθείς· οὐ Σαμουὴλ ὁ τῶν βασιλέων πατὴρ, ὁ δι' ἐλαίου γνωρίζων τὸν ἄξιον, καὶ ἀπωθούμενος τὸν ἀνάξιον· οὐχ ὁ Σολομὼν ὁ σοφώτατος, ὁ διὰ μαχαίρας ἐλέγξας τῆς πόρνης τὰ ψεύσματα· οὐκ Ἐζεκίας, ὁ δάκρυσιν ἀνατρέψας θανάτου ἀπόκρισιν. Καὶ πῶς ὁ ἐμὸς υἱὸς βασιλεύσει εἰς τοὺς αἰῶνας; Καὶ ὁ ἄγγελος· Τοῦτο γάρ ἐστι, Μαρία, τὸ ξένον μυστήριον, ὅτι πάντες ἀπέθανον, καὶ ὁ σὸς υἱὸς νικήσει τὸν θάνατον, νεκροὺς ἐγερεῖ, καὶ θανόντας ἀναστήσει μνημεῖα 60.758 ἀνοίξει, ταρτάρου κλεῖθρα συντρίψει, καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἀναστήσει· ἐκ γὰρ ἀθανάτου ὁ ἀθάνατος γεννηθεὶς, θανατώσει τὸν θάνατον διὰ τοῦ οἰκείου θανάτου. ∆ιὸ μηκέτι ἀπιστήσῃς, ἵνα μὴ ὑπὸ ἔγκλημα γένῃ. Περὶ οὗ γὰρ λέγω σοι, ἤδη εἰς τὴν σὴν κοιλίαν διὰ τῆς σῆς ἀκοῆς εἰσπεπήδηκε, τῆς σῆς γαστρὸς ἐπιτελῶν τὰ ἐγκαίνια. Καὶ ἡ παρθένος· Ἵνα τούτοις συνθῶμαι, τὸ πρῶτόν με πληροφόρησον, πῶς καὶ Υἱὸς Ὑψίστου, καὶ υἱὸς ∆αυῒδ ὁ ἐξ ἐμοῦ μέλλων, ὡς λέγεις, τίκτεσθαι καὶ ὑπάρχειν ἀπάτορα· καὶ πῶς τοὺς δύο πατέρας ἐκήρυξας; Καὶ ὁ ἄγγελος· Πρῶτον μάνθανε, καὶ οὕτως ἀντίλεγε· ὅταν σοι εἴπω, Υἱὸς Ὑψίστου, τὸν πρὸ αἰώνων ἀπαθῶς γεννηθέντα ἐκ τοῦ Πατρὸς ἐμήνυσα· καὶ ὅταν σοι εἴπω, Υἱὸς ∆αυΐδ, διὰ τό σε εἶναι ἐκ πατρὸς ∆αυῒδ εἴρηκα. Λαβοῦσα οὖν τὴν πληροφορίαν, τοὺς λόγους μου φύλαττε· καὶ γὰρ ἐγὼ δοῦλός εἰμι ἐκείνου, ὃν μέλλεις τίκτειν. Ταῦτα εἰπὼν ὁ ἄγγελος τῇ παρθένῳ, κατέλειψεν αὐτήν. Καὶ παρ' ἑαυτῆς διελογίζετο λέγουσα· Ἀναγγελῶ τῷ Ἰωσὴφ, ἢ