1

 2

 3

 4

 5

 6

 7

2

κρῖμα ἐγὼ ἦλθον εἰς τὸν κόσμον τοῦτον, ἵνα οἱ μὴ βλέποντες βλέπωσι, καὶ οἱ βλέποντες τυφλοὶ γένωνται. Ἆρα οὖν διὰ τοῦτο ἦλθεν, ἵνα ἐκεῖνοι τυφλοὶ γένωνται; Οὐ διὰ τοῦτο ἦλθε, τοῦτο δὲ ἐξέβη, καὶ τὴν ἔκβασιν ἐν σχήματι αἰτιολογίας τέθεικε. Πάλιν, νόμος ἐδόθη, ἵνα 51.254 κωλύσῃ τὴν τῶν ἁμαρτημάτων φορὰν, ἵνα ἐπιεικεστέρους ποιήσῃ τοὺς δεχομένους. Ἀλλὰ τοὐναντίον ἐξέβη παρὰ τὴν ῥᾳθυμίαν ἐκείνων· ηὔξησαν γὰρ τὰ ἁμαρτήματα· καὶ φησὶν ὁ Παῦλος, Νόμος δὲ παρεισῆλθεν, ἵνα πλεονάσῃ τὸ παράπτωμα· καὶ μὴν οὐ διὰ τοῦτο ἐπεισῆλθεν, ἀλλ' ἵνα ἐλαττώσῃ τὸ παράπτωμα. Τοῦτο δὲ ἐξέβη παρὰ τὴν ἀγνωμοσύνην τῶν δεξαμένων αὐτόν. Οὕτω δὴ καὶ ἐνταῦθα, τὸ, Ἵνα, οὐχὶ αἰτιολογίας ἐστὶν, ἀλλὰ ἐκβάσεως. Ὅτι γὰρ ἄλλη τίς ἐστιν αἰτία τῶν αἱρέσεων, καὶ οὐ διὰ τοῦτο ἐγένοντο αἱρέσεις, ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται, ἀλλ' ἑτέρωθεν ἔλαβον τὰς προφάσεις, ἄκουσον τοῦ Χριστοῦ δῆλον τοῦτο ποιοῦντος ἡμῖν· Ὡμοιώθη, φησὶν, ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ σπείροντι καλὸν σπέρμα ἐν τῷ ἀγρῷ αὐτοῦ· καὶ ἐν τῷ καθεύδειν τοὺς ἀνθρώπους, ἦλθεν ἐχθρὸς ἄνθρωπος, καὶ ἔσπειρε τὰ ζιζάνια. Ὁρᾷς, ὅτι διὰ τοῦτο αἱρέσεις, ἐπειδὴ ἐκαθεύδησαν οἱ ἄνθρωποι, ἐπειδὴ ἐῤῥᾳθύμησαν; ἐπειδὴ οὐ προσέσχον μετὰ ἀκριβείας τοῖς λεγομένοις; Ἵν' οὖν μὴ λέγῃ τις, Τίνος ἕνεκεν συνεχώρησεν ὁ Χριστός; φησὶν ὁ Παῦλος, ὅτι Οὐδέν σε βλάπτει ἡ συγχώρησις αὕτη· ἐὰν ᾖς δόκιμος, φανερώτερος ἔσῃ μᾶλλον. Οὐ γάρ ἐστιν ἴσον, μηδενὸς ὑποσκελίζοντος, μηδὲ ἀπατῶντος, ἐπὶ τῆς ὀρθῆς στῆναι πίστεως, καὶ μυρίων προσρηγνυμένων κυμάτων, ἄσειστον καὶ ἀπερίτρεπτον μεῖναι. Καθάπερ οὖν τὰ δένδρα αἱ τῶν ἀνέμων προσβολαὶ πάντοθεν ῥιπίζουσαι ἰσχυρότερα ποιοῦσιν, ἂν ᾖ καλῶς ἐῤῥιζωμένα καὶ μετὰ ἀκριβείας· οὕτω δὴ καὶ τὰς ψυχὰς τὰς πεπηγυίας ἐν τῷ θεμελίῳ τῆς ὀρθῆς πίστεως, ὅσαι ἂν προσβάλωσιν αἱρέσεις, οὐ περιτρέπουσιν, ἀλλὰ καὶ ἰσχυροτέρας ποιοῦσι. Τί οὖν πρὸς τοὺς ἀσθενοῦντας, φησὶ, καὶ περιτρεπομένους καὶ ὑποσκελιζομένους ῥᾳδίως; Οὐδὲ ἐκεῖνοι παρὰ τὴν τῆς αἱρέσεως προσβολὴν, ἀλλὰ παρὰ τὴν οἰκείαν ἀσθένειαν τοῦτο πάσχουσιν. Ἀσθένειαν δὲ οὐ φυσικὴν λέγω, ἀλλὰ τὴν ἐκ προαιρέσεως, τὴν καὶ ἐκγλημάτων ἀξίαν καὶ ὑπὸ κόλασιν καὶ τιμωρίαν κειμένην, ἣν καὶ ἡμεῖς κύριοι διορθῶσαι. ∆ιὸ κατορθοῦντές τε ἐπαινούμεθα, καὶ μὴ κατορθοῦντες κολαζόμεθα.

βʹ. Καὶ ἵνα μάθῃς, ὅτι τοὺς νήφοντας οὐδὲν δύναται παραβλάψαι, καὶ

ἑτέρωθεν τοῦτο ἀποδεῖξαι πειράσομαι. Τί τοῦ διαβόλου γένοιτ' ἂν πονηρότερον, τί δὲ μιαρώτερον; Ἀλλ' ὅμως οὗτος ὁ πονηρὸς καὶ κακοῦργος καὶ πολλὴν ἔχων ἰσχὺν, μετὰ πάντων αὐτοῦ τῶν μηχανημάτων προσβαλὼν τῷ Ἰὼβ, καὶ πᾶσαν αὐτοῦ τὴν βελοθήκην εἰς τὴν οἰκίαν καὶ τὸ σῶμα τοῦ δικαίου κενώσας, οὐ μόνον αὐτὸν οὐ περιέτρεψεν, ἀλλὰ καὶ λαμπρότερον ἐποίησε. Καὶ οὗτος μὲν οὐδὲ παρὰ τοῦ διαβόλου τότε ἐβλάπτετο· ὁ δὲ Ἰούδας, ἐπειδὴ ἠμελημένος καὶ ῥᾴθυμος ἦν, οὐδὲν παρὰ τῆς τοῦ Χριστοῦ συνουσίας ἐκέρδανεν, ἀλλ' ἔμεινεν ὢν προδότης μετὰ τὰς πολλὰς παραινέσεις ἐκείνας καὶ συμβουλάς· τὸ δὲ αἴτιον, ὅτι μὴ βουλόμενόν τινα οὐκ ἀναγκάζει, οὐδὲ βιάζεται ὁ Θεός· ὥσπερ οὖν οὐδὲ ἐκεῖνον. Οὕτως ἐὰν νήφωμεν καὶ ἡμεῖς, οὐδὲ ὁ διάβολος ἡμᾶς βλάψαι δύναται· ἂν δὲ μὴ νήφωμεν, ἀλλὰ ῥᾳθυμῶμεν, οὐδὲ παρὰ τῶν ὠφελούντων κερδανοῦμεν 51.255 ποτε, ἀλλὰ καὶ ζημίαν ὑποστησόμεθα τὴν ἐσχάτην. τοσοῦτόν ἐστι ῥᾳθυμία κακόν. Οἱ γοῦν Ἰουδαῖοι οὐ μόνον οὐκ ὠφελήθησαν, τοῦ Χριστοῦ παραγενομένου, ἀλλὰ καὶ ἐβλάβησαν· ἀλλ' οὐ παρὰ τὸν Χριστὸν, ἀλλὰ παρὰ τὴν οἰκείαν αὐτῶν ῥᾳθυμίαν καὶ ἀγνωμοσύνην. Καὶ τοῦτο ἄκουσον αὐτοῦ τοῦ Χριστοῦ λέγοντος· Εἰ μὴ ἦλθον, φησὶ, καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν. Ὁρᾷς, ὅτι ἡ παρουσία αὐτοῦ καὶ συγγνώμης αὐτοὺς ἀπεστέρησε, καὶ τὴν ἀπολογίαν αὐτῶν ἐξέκοψε;