1

 2

 3

2

Ἰωάννη, Σαμψὼν καὶ ∆ιομήδους (σιξ), Φλόρε καὶ Λαῦρε καὶ Ἑρμόλαε. ἅγιε Ἀνδρόνικε σὺν τῇ ἁγίᾳ Ἀθανασίᾳ, ἅγιοι ὁμολογῆται ἀπὸ Ἐδέσσαν τὴν πόλιν, Γούρια, Σαμωνᾶ καὶ Ἄβιβε, οἱ τὴν κόρην ἐκ τοῦ τάφου ἁρπάσαντες καὶ πρὸς τὴν πατρίδα αὐτῆς ἀπαγαγόντες. ἅγιε Ἀκίνδυνε πρόφθασον, ἅγιε Ἀφθόνιε ἐπισκίασον, ἅγιε Ἐλπιδιφόρε ἀνάστησον, ἅγιε Ἀνεμπόδιστε μὴ παρίδῃς, ἅγιοι 325 ἀνάργυροι προφθάσατε, ἅγιε Παντελεήμων ἀρχιατρὲ ἐπισκίασον, ἅγιοι Κύρε καὶ Ἰωάννη προφθάσατε, ἅγιε Ἀγαπητὲ ἀπὸ Συναώ, ἅγιε Ἰωάννη Θεολόγε, ἅγιε Πέτρε ἀπὸ Ῥώμην, ἅγιε Παῦλε ἀπὸ ∆αμασκόν, ἅγιε Εὐθύμιε ἀπὸ Μάδητον, ἅγιε Νικόλαε ἐκ τὰ Μύρα, ἅγιε Βασίλειε ἀπὸ Καισαρίαν, ἅγιε Ἐπιφάνιε ἀπὸ Κύπρον, ἅγιε Ἰωάννη Χρυσόστομε, ἅγιε Θύρσε, Λεύκιε καὶ Φιλήμων, ἅγιε Ἀλύπιε καὶ Προκόπιε, ἁγία δέσποινα Θεοτόκε ἀπὸ Ἀθήνας, ἁγία Ἀναστασία φαρμακολύτρια, ἁγία Βαρβάρα ἀπὸ Πάτρας, ἁγία Μαρίνα ἡ τὸν δαίμονα πατήσασα, ἁγία πρωτομάρτυς Θεοφανοῦ ἀπὸ Κωνσταντινούπολιν, ἁγία Αἰκατερίνα ἀπὸ Ἀλεξανδρείαν, ἅγιε Ἰωάννη προφῆτα καὶ Πρόδρομε καὶ Βαπτιστὰ τοῦ Χριστοῦ, ἅγιοι προφῆται, ἀπόστολοι, μάρτυρες, ὅσιοι καὶ δίκαιοι, πᾶσαι αἱ οὐρανίαι δυνάμεις τῶν ἁγίων ἀγγέλων καὶ ἀρχαγγέλων, ἀρχαί, ἐξουσίαι καὶ τὰ πολυόμματα χερουβὶμ καὶ τὰ ἑξαπτέρυγα σεραφίμ, ἡ ἀκατάληπτος δύναμις τοῦ τιμίου καὶ ζωοποιοῦ σταυροῦ, προσπέσατε, δυσωπήσατε τὸν μόνον ὑπεράγαθον θεὸν ὅπως δωρήσητε τὴν δούλην τοῦ θεοῦ Μαρίαν ὑγείαν καὶ σωτηρίαν καὶ ἄφεσιν τῶν συνεχομένων κακῶν καὶ ἀπελάσατε ταύτην τὴν χαλεπὴν ἀσθένειαν ἀπὸ τὴν δούλην τοῦ θεοῦ Μαρίαν· πυρετόν, ἐσωπύρετον, ῥίγους κραταιοῦ, ῥίγους βραχέος, ῥίγους λυμαντικοῦ, νόσος βλαβερά, νόσος χαλεπή, νόσος δεινὴ προσγινομένη, ἐπιπεμπτικὴ καὶ πεποιημένη. ἐξορκίζω ὑμᾶς τὰς οβʹ ἀσθενείας, ἃς ἔχει ὁ ἄνθρωπος, ἀναχωρεῖν ἀπὸ τὴν δούλην τοῦ θεοῦ Μαρίαν, μὴ ἀπὸ οὐρανοῦ κατῆλθεν ἡ ἀσθένεια ἢ ἀπὸ ἀστέρων ἢ ἀπὸ ἡλίου ἢ σελήνης, μὴ ἀπὸ ζώφου νεφέλης, μὴ ἀπὸ κρυεροῦ ἀέρος, μὴ ἀπὸ βροντῆς ἢ ἀπὸ ἀστραπῆς κατῆλθε, μὴ ἀπὸ σεισμοῦ ἢ κτύπου καὶ συμπτωμάτων, μὴ ἀπὸ ὀρέων κοιλάδων ἢ φάραγξ ἢ πλαγίων, μὴ ἀπὸ βουνοῦ ἢ κάμπου ἢ πεδίων, μὴ ἀπὸ λίθου ἢ ὕδατος ἢ πηγῆς ἢ ὁδοῦ ἢ ποταμοῦ ἢ χώρας ἢ ἀγροῦ ἢ περιβολίου, μὴ ἐν κήπῳ ἢ ἐν παραδείσῳ, μὴ ἐν διόδοι(ς) ἢ ἐν τριόδοι(ς), μὴ ἐν εἰσόδοις ἢ ἐν ἐξόδοις, μὴ ἐν αὐλῇ λουτροῦ ἢ φούρνου ἢ τρωχάλου, μὴ ἐν θύρᾳ ἢ ἐν θυρίδι ἢ ἀνωγέων ἢ κατωγέων ἢ αὐλῆς ἢ ἁλωνίου, καὶ ἦλθες πειρᾶσαι τὴν δούλην τοῦ θεοῦ. μή τις ἐπαοιδὸς φθόνῳ εἰργάσατο ἢ περιεποιήσατο ἢ ἀπὸ φαρμάκου ἢ φθόνου ἢ ζήλου, μὴ ἀπὸ βαρέων 326 αἰσχρῶν ὀφθαλμῶν, μὴ ἀπὸ βασκοσύνης καὶ πάσης ἄλλης συμφορᾶς ἐπερχομένης, μὴ πρηστηριακὸν ἢ βουβιατικὸν ἢ ἐπιπεμπτικὸν ἢ κεφαλικὸν ἢ χειρῶν καρδίας καὶ ποδῶν ἢ δαιμονικὸν φασματικὸν ἢ καλὶς τῶν ὀρέων, μὴ ὀνοσκελιακὸν ἢ νεραΐδων, μὴ τῶν ἐν ζώφῳ ἀέρων πετωμένων καὶ ἤλθατε ἀδικῆσαι τὴν δούλην τοῦ θεοῦ. μὴ κεφαλόπονον ἢ ὀφθαλμόπονον ἢ ὀδοντόπονον ἢ στηθόπονον ἢ φρενόπονον ἢ χειρόπονον. μὴ δυσουρίας ἢ τρισουρίας ἢ ἐνσόχασιν ἢ ἐξόχασιν ἢ ὑστέρα(ν) ἢ στρόφου ἢ ἀρμόπονον ἢ τζίρματος ὀμαλικὸν ἢ ἄϋπνον ἢ πολύϋπνον. ἐξορκίζω ὑμᾶς εἴ τι ἄν ἐστιν ἀδικῶν τὴν δούλην τοῦ θεοῦ· ἀναχωρήσατε καὶ ἀπέλθατε εἰς τὰ ἄγρια ὄρη ὅπου ἂν εἷσαι κατακείμενον καὶ ἀδικῶν τὴν δούλην τοῦ θεοῦ. ἀναχωρήσατε καὶ ἀπέλθατε εἰς τὰ ἄγρια ὄρη μὴ ἐν τρίχεσι κεφαλῆς, μὴ ἐν μυελοῦ κάρας, μὴ ἐν κρανίου ἢ ἡμικράνου, μὴ ἐν μετώποις ἢ κροτάφοις ἢ βλεφάροις ἢ φρεσίν, μὴ ἐν μυκτήραις ἢ ὠτίοις, μὴ ἐν στόμασιν ἢ μύλεσιν ἢ χείλεσιν ἢ ὀδοντίοις, μὴ ἐν τραχήλοις ἢ ὠμοπλάταις χειρῶν, μὴ ἐν στήθοις ἢ φλεγμονίοις ἢ καρδίᾳ καὶ πᾶσα ὑγρίς, μὴ ἐν ῥάχεσι καπούλοις ἢ ὀμφαλοῖς καὶ ὑπογάστροις, μὴ ἐν γόνασι ποδῶν ἢ ἀστραγάλοις ἢ δακτύλοις καὶ ὀνύχοις ὅπου ἐὰν κατακείμενον καὶ ἀδικῶν καὶ ἐμφωλεῦον αὐτῇ, ἀναχώρησον καὶ ἄπελθε ἐπὶ τὰς τῶν ποιησάντων κεφαλὰς καὶ ἐπιπέμψαντα καὶ τῶν συνειδότων, μήτε ξένος ἐποίησεν ἢ ἴδιος ἢ παραδότης ἢ δοῦλος ἢ ἐλεύθερος, μὴ