1

 2

 3

2

οὐ ῥήματι· ∆ήσαντες αὐτὸν ἀπενέγκατε. Ὦ παράνομε Ἰούδα, ποῦ προστάσσεις ἀπάγεσθαι τὸν λέγοντα, Ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου;

βʹ. Ἀλλ' ὁρῶ τὴν ἀγάπην ὑμῶν προθυμοτέραν, καὶ τὸ σῶμα

στενοχωρούμενον· καὶ ἠβουλόμην ἐνταῦθα καταπαῦσαι τὸν λόγον· ἀλλ' ἐπειδὴ τὸ ὑμέτερον φιλήκοον προτρέπεται ἡμᾶς μηκῦναι τὸν λόγον, πρὸς τὴν ἀκολουθίαν τοῦ λόγου ἐπανέλθωμεν. Χαῖρε, φησὶ, Ῥαββί. Ὁ δὲ φιλάνθρωπος ∆εσπότης, νικῶν τῇ ἀνεξικακίᾳ τοῦ προδότου τὴν πονηρίαν, καλῶς εἶπεν, Ἑταῖρε ἐφ' ᾧ πάρει. Ἀσπάζομαί σε, Ἰούδα, οὐχ ἵνα ἀγάπην δωρήσωμαι, ἣν ἀπεβάλου, ἀλλ' ἵνα κενώσω τὴν χάριν, ἣν δέδωκά σοι· ἀνάξιον γὰρ ἀγγεῖον ἐπουράνιον μύρον βαστάζειν οὐ δύναται. Τί δὲ λέγω περὶ Ἰούδα; Πέτρος ὁ τὴν κλεῖδα τῆς βασιλείας δεξάμενος, βλέπων τὸν Βασιλέα τῆς δόξης σταυρούμενον, ῥίψας τὰς κλεῖς ἔφυγε· καὶ ὁ λῃστὴς ὁ τὰς θύρας ὑπανοίγων τῶν ἀνθρώπων, αὐτὸς τὰς κλεῖς τοῦ παραδείσου ἥρπασε. Πέτρος ὁ λέγων, Κἂν δέῃ με σὺν 59.721 σοὶ ἀποθανεῖν, οὐ μή σε ἀπαρνήσομαι, τρίτον ἀπηρνήσατο· καὶ ὁ λῃστὴς οὐ λόγοις ἐπαγγειλάμενος, ἀλλ' ἔργοις συναποθνήσκων τῇ ἀναστάσει, ἔλεγε· Κύριε, μνήσθητί μου, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. Ὁ λῃστὴς ἀρχὰς καὶ ἐξουσίας οὐκ ᾐδέσθη, καὶ ὁ Πέτρος ἀπειλὴν κόρης οὐχ ὑπήνεγκεν· ὁ λῃστὴς ἔκραξε, Κύριε, καὶ ὁ Πέτρος, Οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον, ὃν πρὸ μικροῦ Υἱὸν Θεοῦ ἐκάλει. Πέτρος ὁ διὰ θαλάσσης περιπατήσας, τὸν πεζεύσαντα τὴν ὑγρὰν φύσιν ἠρνήσατο· καὶ ὁ λῃστὴς οὐκ ἐπὶ νῶτα θαλάσσης βαδίσας, ἀλλ' ἐπὶ τὰς τῶν πλουσίων πύλας, ἔκραζε, Κύριε. Οἱ υἱοὶ Ζεβεδαίου, οἱ λέγοντες, ∆υνάμεθα πιεῖν τὸ ποτήριον, ὃ μέλλεις πίνειν (τοῦτο γὰρ ἦν), ἐν καιρῷ τοῦ ποτηρίου ἔφυγον· καὶ ὁ λῃστὴς ἥρπασεν ἐκ χειρὸς τῶν Ζεβεδαίου τὸ τοῦ σωτηρίου ποτήριον, λέγων· Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι. Θωμᾶς ὁ τοῦ ἀκαταλήπτου μυστηρίου περίεργος ἐρευνητὴς, ἔφασκε τοῖς συμμαθηταῖς· Ἄγωμεν καὶ ἡμεῖς, ἵνα ἀποθάνωμεν σὺν αὐτῷ· καὶ ἰδὼν αὐτὸν σταυρούμενον ἔφυγε. Σταυρούμενον βλέπει, καὶ φεύγει· ἀνιστάμενον βλέπει, καὶ διστάζει λέγων· Ἐὰν μὴ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἥλων, καὶ τὴν χεῖρά μου εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω. Ἀλλ' ὁ φιλάνθρωπος Θεὸς, ὁ δι' ἓν πρόβατον κατεληλυθὼς, τοῦ ἑνὸς προβάτου οὐ κατεφρόνησεν· ἀλλ' αἴρει αὐτὸ ἐπὶ τῶν ὤμων, καί φησι· Φέρε τὴν χεῖρά σου ὧδε, καὶ βάλε εἰς τὴν πλευράν μου. Λόγχης στρατιωτικῆς ἠνεσχόμην, καὶ δεξιᾶς ἀποστολικῆς οὐκ ἀνέξομαι; Ἀλλ' ὦ τῶν καλῶν λῃστὰ (πρὸς σὲ γάρ μοι ὁ λόγος), λῃστεύειν ἔμαθες, πιστεύειν οὐκ ἐδιδάχθης· οὐ γέγονας μαθητὴς, καὶ πῶς ∆ημιουργὸν καλεῖς λέγων· Κύριε, μνήσθητί μου, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου; Καλῶς ἐλάλησας, εὐσεβῶς ἐπίστευσας.

Ἐπικινδύνως πολλάκις ἐσύλησας, πλουσίων πολλάκις ἤνοιξας θησαυροὺς, καὶ τοιοῦτον μαργαρίτην οὐχ εὗρες ὡς τὸν Χριστόν. Ἀπόστολος οὐ γέγονας, οὐκ ἤκουσας τοῦ νομοθέτου λέγοντος, Ὄψεσθε τὴν ζωὴν ὑμῶν κρεμαμένην· καὶ πῶς ἀπὸ ξύλου ἐτρύγησας τὴν ζωήν; Οὐκ ἤκουσας Ἡσαΐου λέγοντος· Τῷ μώλωπι τοῦ πάθους αὐτοῦ τὰ τῶν ἀνθρώπων πάθη τὴν ἴασιν δέχεται· καὶ πῶς πάθεσιν εὗρες ἴαμα; 59.722 Ναὶ, φησὶν ὁ λῃστής· βλέπω τὴν κτίσιν πᾶσαν δονουμένην καὶ τρέμουσαν, καὶ τὸν ἐπὶ τοῦ ξύλου κρεμάμενον ∆εσπότην γνωρίζω τῆς κτίσεως. Εἰ μὴ γὰρ ἦν οὗτος Ποιητὴς τῶν ὅλων, ὁ ἥλιος οὐκ ἂν βλέπων αὐτὸν γυμνούμενον, αἰδούμενος τὰς οἰκείας ἀκτῖνας ἀπέκρυψε, καὶ τοὺς θεομάχους ἐσκότισεν. Εἰ μὴ ἦν οὗτος Ποιητὴς οὐρανοῦ καὶ γῆς, οὐκ ἂν βλέπων αὐτὸν ὁ οὐρανὸς σταυρούμενον, τὸ σκότος ὡς σάκκον περιεβάλλετο. Εἰ μὴ ἦν οὗτος ∆εσπότης πάσης τῆς γῆς, οὐκ ἂν ἐκ τῆς πλευρᾶς αὐτοῦ δεξαμένη τὸ αἷμα, ἐκ τῶν θεμελίων ἐσαλεύθη. Εἰ μὴ ἦν οὗτος ζωῆς καὶ θανάτου ∆εσπότης, οὐκ ἂν προσεγγίζων αὐτῷ ὁ θάνατος κατεβλήθη, καὶ τὰ τῶν ἁγίων μνήματα ἀνεῴχθησαν.