1

 2

 3

 4

2

ὕδωρ ἐξαγαγόντος Χριστοῦ νυμφαγωγός· ὁ τῶν Ἰορδανείων ῥείθρων χαλιναγωγὸς, καὶ τῆς τῶν ἁμαρτωλῶν καθάρσεως πρεσβευτής· ὁ τοῦ ἀκαταλήπτου μυστηρίου προγνώστης, καὶ τῆς τοῦ ἀοράτου παρουσίας προφήτης· οὗτός ἐστιν Ἰωάννης ὁ κατ' ἐπαγγελίαν τεχθεὶς τῷ Ζαχαρίᾳ ἐν γήρᾳ βαθυτάτῳ. Ὢ τοῦ θαύματος! ἰδοὺ γὰρ ἐπὶ τῶν ἔργων ἐδείχθη τὰ ἐν γαστρὶ τοῦ Ἰωάννου σκιρτήματα, ἃ ἐμήνυσεν. Εἶδεν ὁ κόσμος τὴν ἀγαλλίασιν, ἣν ἐν τῇ νηδύϊ ὁ πρόδρομος τοῖς ποσὶν ἐζωγράφησεν. Ἀλλὰ ποίαν ἡμεῖς τῷ δικαίῳ τὴν τιμὴν ἀποτίσωμεν, κυκλούμενοι πανταχόθεν τοῖς αὐτοῦ κατορθώμασιν; Εὐαγγελίζεται γὰρ κυοφορούμενος, θαυματουργεῖ τικτόμενος, προκόπτει ἐν ταῖς ἐρήμοις ἀσκούμενος, τρέφεται τῷ Πνεύματι προαγόμενος, μεσιτεύει νόμῳ καὶ χάριτι, κηρύττει μετανοίας βάπτισμα, βαπτίζει τὸν ∆εσπότην παραγενόμενον, θεωρεῖ βαπτίζων τῆς Τριάδος τὴν δόξαν, καὶ τὴν χάριν μαρτυρεῖ τῇ ἀληθείᾳ, βοῶν ὑποδείκνυσι τὸν προφητευθέντα, ∆εσπότην ὁμολογῶν, καὶ αὐτοῦ ἰσχυρότερον· ὁδηγεῖ πρὸς αὐτὸν τοὺς πιστεύοντας, ἐκδιδάσκων τὸ συμφέρον τοῖς ὄχλοις· νουθετεῖ καὶ βαπτιζομένους τελώνας, ἐλέγχει καὶ τὸν Ἡρώδην παρανομοῦντα, δέχεται καὶ μακαριζόμενον τέλος.

Ποίοις τοίνυν θαυμάσομεν λόγοις; ποίαν ἐν τούτοις κινήσομεν γλῶσσαν; τί τούτων παραλείπομεν, καὶ τί εἰπεῖν περὶ τούτων ἰσχύσομεν; Μέγα γὰρ τῶν ἐγκωμίων τὸ πέλαγος, μέγα καὶ τῶν κατορθωμάτων τὸ πλάτος· ἐκπλήττει τοὺς λέγοντας καὶ μόνη τῶν πραγμάτων ἡ πεῖρα. Ἀλλ' ἔλθοι καὶ νῦν Ζαχαρίας ὁ τοῦ δικαίου πατὴρ, ὁ καὶ τῇ σιωπῇ κατακριθεὶς, καὶ πάλιν φθεγξάμενος· ἐκεῖνος ἡμῖν τὰ ἑαυτοῦ τρανότατα διηγήσεται, πῶς ἐφθέγξατο κατασχεθείσης τῆς γλώσσης, πῶς Ἰωάννης γεννᾶται, καὶ ἡ τοῦ ἀγγέλου ἀπόφασις λύεται, πῶς ἡ τιμωρία ἀπάγεται, καὶ ἡ θεραπεία ἔρχεται. Ὁ γὰρ εὐαγγελιστὴς σύντομον τοῦ Ζαχαρίου καὶ Ἐλισάβετ τῆς γυναικὸς αὐτοῦ εἰσάγων τὸ κήρυγμα, 50.790 πρότερον τὰς προσηγορίας αὐτῶν καὶ τὴν φύσιν καὶ τὴν ἀξίαν σημαίνει· ἔπειτα δὲ πολιτείας ἔπαινον καὶ εὐποιίας τρόπαιον ἐπάγει, ἐν ᾧ καὶ τῆς σιωπῆς κατάκρισιν δείκνυσι, καὶ τῆς εὐγλωττίας τὴν λύσιν γνωρίζει. Καὶ ἄκουε τῶν εὐαγγελικῶν ἐντεῦθεν ῥημάτων· Καὶ οὐκ ἦν, φησὶν, αὐτοῖς τέκνον, καθότι ἡ Ἐλισάβετ ἦν στείρα, καὶ ἀμφότεροι προβεβηκότες ἐν ταῖς ἡμέραις αὐτῶν ἦσαν. Καὶ νῦν οὐ μόνον τὴν τούτων ἀτεκνίαν ὁρῶ, ἀλλὰ καὶ τὴν ἀρχαίαν εἰκόνα τῶν δικαίων ἐννοῶ, Ἀβραὰμ λέγω καὶ Σάῤῥας· καὶ μανθάνω καὶ στείρωσιν τίκτουσαν ἑτέραν, καὶ παιδοποιίαν χάριτος καὶ φύσεως, ξένον τεκνογονίας μυστήριον· οὗτος γὰρ καὶ τῆς ἐπαγγελίας ὁ τρόπος ταύτης. Ὤφθη δὲ αὐτῷ ἄγγελος Κυρίου ἑστὼς ἐκ δεξιῶν τοῦ θυσιαστηρίου τοῦ θυμιάματος· καὶ ἐταράχθη Ζαχαρίας ἰδὼν, καὶ φόβος ἐπέπεσεν ἐπ' αὐτόν. Εἶπε δὲ πρὸς αὐτὸν ὁ ἄγγελος· Μὴ φοβοῦ, Ζαχαρία· διότι εἰσηκούσθη ἡ δέησίς σου, καὶ ἡ γυνή σου Ἐλισάβετ γεννήσει υἱόν σοι, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην. Καλὸν τῆς ἐπαγγελίας τὸ κτῆμα, μέγα τῆς ὀπτασίας τὸ δῶρον, ἀληθῶς Ἀβραμιαῖον τὸ καύχημα· ὡς γὰρ ἐκείνῳ ἡ σύλληψις τῆς Σάῤῥας, οὕτω καὶ τούτῳ προκατήγγελται τῆς Ἐλισάβετ ἡ κύησις.

Ἀλλ' ἡ μὲν πρόῤῥησις ἴση· οὐκ ἴση δὲ τῶν πραγμάτων ἡ τάξις. Τοῦ γὰρ Ἀβραὰμ μηδὲν ἐκ τῆς ἐπαγγελίας πεπονθότος δεινὸν, ἄφωνος μετὰ τὸν εὐαγγελισμὸν Ζαχαρίας εὑρίσκεται, πιστῷ ἀγγέλῳ μὴ πιστεύσας, καὶ σιωπῇ τὴν τιμωρίαν δεξάμενος. Εἶπε δὲ, φησὶ, Ζαχαρίας πρὸς τὸν ἄγγελον· Κατὰ τί γνώσομαι τοῦτο; ἐγὼ γάρ εἰμι πρεσβύτης, καὶ ἡ γυνή μου προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς. Τί τοῦτο, ∆έσποτα; ἐγὼ τὰς ἱκεσίας προσάγω τῷ Θεῷ ὑπὲρ παντὸς τοῦ λαοῦ ἐξιλασκόμενος, καὶ αὐτὸς υἱόν μοι τέξειν εὐαγγελίζῃ; Τοῦτο ἀδύνατόν ἐστι. Τὸ γὰρ γῆρας ἀσθενὲς, καὶ ἡ φύσις ἄτονος, καὶ ἡ ἐμὴ σύζυγος πέτρα ἐστὶν ἄγονος· καὶ πῶς ἔσται μοι τοῦτο; Ὅμως εἰ καὶ ὡς εἴρηκας, γενήσεταί μοι υἱὸς, τίς ἔσται ὠφέλεια ἐξ αὐτοῦ τῷ λαῷ; Ὁ δὲ ἄγγελος· Μεγάλη ἔσται σωτηρία δι' ἐκείνου τῷ λαῷ, καὶ πᾶσι