2
σοι ποιμήν· Ἐγὼ γάρ εἰμι ὁ ποιμὴν ὁ καλός· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων. Ἁμαρτωλὸς ἐγένου· ἐγένετό σοι Ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Φαγεῖν ἠθέλησας· ἐγένετό σοι τράπεζα. Πιεῖν ἠθέλησας· ἐγένετό σοι ποτήριον. Ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα, ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ. Ἐνδύσασθαι ἠθέλησας· ἐγένετό σοι ἱμάτιον· Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Νύμφη ἠθέλησας γενέσθαι· ἐγένετό σοι νυμφίος· 52.805 Ὁ ἔχων τὴν νύμφην, νυμφίος ἐστίν. Ἠθέλησας· ἐγένετό σοι ἀνήρ· Ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ. Πόρνη ἦς, καὶ ἐγένου παρθένος. Ὢ καινῶν καὶ παραδόξων πραγμάτων! Ἐπὶ τῶν ἔξωθεν ὁ γάμος τὴν παρθενίαν διαλύει, ἐπὶ δὲ τῶν πνευματικῶν πόρνην ἔλαβε, καὶ παρθένου ἐποίησε σεμνοτέραν. Ἑρμήνευσον, ὦ αἱρετικὲ, πῶς ἡ πόρνη παρθένος. Περιεργάσασθαι οὐ δύναμαι· πίστει δὲ κατέχομαι. Ταῦτα δὲ πάντα ἡ τοῦ Πνεύματος ἐποίησε χάρις. Ἐξεχύθη ἡ χάρις, Καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι αἱ γλῶσσαι ὡσεὶ πυρός· οὐχὶ πυρὸς, ἀλλ' Ὡσεὶ πυρός. Εἰ πῦρ, πῶς οὐκ ἐκαίοντο; ἐρωτᾷ ὁ Ἰουδαῖος.
Μᾶλλον δὲ ἐγὼ τὸν Ἰουδαῖον ἐρωτῶ, πῶς οὐκ ἔκαιε τὴν βάτον φρυγανῶδες ξύλον; Τί πυρὸς σφοδρότερον; τί βάτου εὐτελέστερον; καὶ οὔτε τὸ ξύλον ἐκαίετο, οὔτε τὸ πῦρ ἐσβέννυτο. Καὶ πάλιν, πῶς τὰ σώματα τῶν τριῶν παίδων οὐ κατέκαυσεν, ἀλλ' ἡ κάμινος εἰς δρόσον μετεβάλλετο, καὶ τοὺς ἄνθρακας ῥοδῶνα ἐνόμιζον; Μάχη ἦν πυρὸς καὶ σωμάτων, καὶ ἡ νίκη τῶν σωμάτων ἐγίνετο· κηροῦ γὰρ ὄντα μαλακώτερα, σιδήρου ἐγένετο στερεώτερα. Ἑρμήνευσόν μοι τὰ τῶν παλαιῶν· ἀλλ' ἐκεῖνα προέλαβεν, ἵνα πιστευθῇ ἡ ἀλήθεια. ∆ιὰ τί ἐν πυρὶ τὸ Πνεῦμα τὸ ἅγιον; ∆ιὰ τὸ γοργὸν τῆς διανοίας τῶν δεχομένων. Οὐ διὰ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ ὥσπερ τὸ πῦρ τὰς ἀκάνθας ἀναλίσκει, οὕτω τὸ Πνεῦμα τὰ ἁμαρτήματα δαπανᾷ. Ἐνεβλήθη ὁ ἅγιος εἰς λάκκον, καὶ τοὺς λέοντας ἐφίμωσε. Περιῆλθον οἱ ἁλιεῖς τὴν οἰκουμένην, νοσοῦσαν αὐτὴν παραλαβόντες, καὶ πρὸς ὑγίειαν ἐπανήγαγον· στασιάζουσαν παραλαβόντες, πρὸς εὐταξίαν ἐχειραγώγησαν, οὐ δόρατα κινοῦντες, οὐ τόξα βάλλοντες, οὐ βέλος ἀφιέντες, οὐ χρημάτων ἔχοντες περιουσίαν, οὐ λόγων ῥητορικῶν· ἀλλ' ἦσαν γυμνοὶ ἀπὸ ἱματίων, καὶ ἐνδεδυμένοι τὸν Χριστόν· πένητες καὶ πλούσιοι, χρημάτων ἀπεστερημένοι, τὴν δὲ βασιλείαν κεκτημένοι· μόνοι καὶ οὐ μόνοι, μόνοι ἀνθρώπων, ἔχοντες δὲ τὸν ἑαυτῶν ∆εσπότην. Ἐγὼ γάρ εἰμι, φησὶ, μεθ' ὑμῶν ἕως τῆς συντελείας τοῦ αἰῶνος.
Περιῆλθον τὴν οἰκουμένην πᾶσαν τὰ πρόβατα μεταξὺ τῶν λύκων. Τίς εἶδε; τίς ἤκουσε; Λέγει· Ἀποστέλλω ὑμᾶς ὥσπερ πρόβατα ἐν μέσῳ λύκων. Ποῖος ποιμὴν πρόβατα ἐν μέσῳ λύκων πέμπει; Ἀλλ' ὅταν ἴδῃ τὸν λύκον ὁ ποιμὴν, συνελαύνει τὰ πρόβατα· ὁ δὲ Χριστὸς τὸ ἐναντίον ἐποίησε· τὰ πρόβατα εἰς τοὺς λύκους ἀπέστειλε, καὶ οὐκ ἐγένετο θηριάλωτα τὰ πρόβατα, ἀλλ' οἱ λύκοι εἰς τὴν τῶν προβάτων ἡμερότητα μετέστησαν. Καὶ ἵνα μὴ λέγωσιν ἐκεῖνοι, Πρόβατά ἐσμεν, καὶ πέμπεις ἡμᾶς κατάβρωμα τοῖς λύκοις, καὶ τράπεζαν τοῖς θηρίοις, μιᾷ λέξει περιεῖλεν αὐτῶν τὴν διάνοιαν. Οὐκ εἶπεν· Ἀπέλθετε· οὐδὲ γὰρ τῇ ἑαυτῶν δυνάμει ἔπεμπεν αὐτούς· ἀλλ', Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς. Ἀσθενεῖς ὑμεῖς· ἀλλὰ δυνατὸς ὁ ἀποστέλλων ὑμᾶς. Τίς εἶ σύ; Ἐγώ εἰμι ὁ τὸν οὐρανὸν πήξας, ὁ τὴν γῆν θεμελιώσας, ὁ τὴν θάλασσαν διαλύσας, ὁ τὸ καθ' ὑμῶν χειρόγραφον τῷ σταυρῷ προσηλώσας, ὁ τὸν παλαιὸν νόμον ἀνατρέψας, ὁ εἰς τὴν ἀρχαίαν ἐπαναγαγὼν ὑμᾶς πατρίδα, ὁ τὰ ἰσχυρὰ παραλύων, καὶ τὰ παραλελυμένα ἐνισχύων. Τί τῆς θαλάσσης ἰσχυρότερον; Ἀλλὰ ἡ μικρὰ ψάμμος τὴν ἀφόρητον βίαν ἐκείνην κατέχει. Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων. Τεῖχος τὰ θηρία τοῖς πρόβασι γίνεται, ἵνα μηδὲ φυγῇ τὴν σωτηρίαν πορίσωνται. Ὢ δύναμις τοῦ ἀποστείλαντος! ἐν μέσῳ τὰ πρόβατα, καὶ κύκλῳ οἱ λύκοι· ἀλλὰ μετεβλήθησαν, καὶ ἐγένοντο πρόβατα. Οὐ γὰρ ἦσαν φύσει