2
πρός με συντελοῦνται· εἰ δὲ μὴ, ἵνα γνῶ; Ἀκοὴ, φησὶν, ἦλθε πρός με. Ἀλλὰ θέλω πάλιν ἀκριβέστερον δι' αὐτῶν τῶν πραγμάτων τὴν πεῖραν λαβεῖν, οὐχ ὅτι ἐγὼ ἀγνοῶ, ἀλλ' ὅτι διδάξαι βούλομαι τοὺς ἀνθρώπους, μὴ ἁπλῶς τοῖς λόγοις προσέχειν, μηδὲ, ἐὰν εἴπῃ τίς τι κατὰ τοῦ ἑτέρου, πιστεύειν εὐχερῶς· ἀλλὰ πρότερον αὐτοὺς ψηλαφήσαντας ἀκρι βῶς καὶ δι' αὐτῶν τῶν πραγμάτων τὴν πεῖραν κατα μαθόντας, οὕτω πιστεύειν χρή. Καὶ διὰ τοῦτο ἐν Γραφῇ ἑτέρᾳ ἔλεγε· Μὴ πιστεύετε παντὶ λόγῳ. Οὐδὲν γὰρ οὕτως ἀνατρέπει τὴν ζωὴν τῶν ἀνθρώπων, ὡς τὸ ταχέως πιστεύειν τινὰ τοῖς λογισμοῖς. Τοῦτο καὶ ὁ προφήτης ∆αυῒδ προφητεύων ἔλεγε, Τὸν κατα λαλοῦντα λάθρα τὸν πλησίον αὐτοῦ, τοῦτον ἐξ εδίωκον.
βʹ. Εἶδες πῶς οὐκ ἐγένετο ἄγνοια τῷ Σωτῆρι ἐν τῷ εἰπεῖν, Ποῦ τεθείκατε
αὐτὸν, ὡς οὐδὲ τῷ Πατρὶ ἐν τῷ εἰπεῖν τῷ Ἀδὰμ, Ποῦ εἶ, ἢ τῷ Κάϊν, Ποῦ ὁ ἀδελφός σου Ἄβελ, ἢ, Καταβὰς ὄψομαι εἰ κατὰ τὴν κραυγὴν αὐτῶν τὴν ἐρχομένην πρός με συν τελοῦνται· εἰ δὲ μὴ, ἵνα γνῶ. Οὐκοῦν ὥρα δὴ λοι πὸν πρὸς ἐκείνους παρατάξασθαι τοὺς λέγοντας, ὅτι δι' ἀσθένειαν ὁ Χριστὸς προσευξάμενος ἤγειρε τὸν Λάζαρον. Προσέχετε δὴ, ἀγαπητοὶ, μετὰ πάσης ἀκρι βείας, παρακαλῶ. Ἐτελεύτησε τοίνυν ὁ Λάζαρος, καὶ οὐκ ἦν ἐν τοῖς τόποις ἐκείνοις ὁ Ἰησοῦς, ἀλλ' ἐν τῇ Γαλιλαίᾳ, καὶ ἔλεγε τοῖς μαθηταῖς αὐτοῦ· Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται. Ἐκεῖνοι δὲ νομίζοντες ὅτι περὶ τοῦ ὕπνου τούτου διαλέγεται, λέγουσιν αὐτῷ· Κύριε, εἰ κεκοίμηται, σωθήσεται. Λέγει αὐτοῖς φανερῶς ὁ Ἰησοῦς, Λάζαρος ἀπέθανεν. Ἔρχεται λοιπὸν ὁ Σωτὴρ ἐν τοῖς Ἱεροσολύμοις εἰς τὸν τόπον ὅπου ὁ Λάζαρος ἔκειτο, καὶ ἀπαντᾷ αὐτῷ ἡ ἀδελφὴ τοῦ Λαζάρου, καὶ λέγει αὐτῷ· Κύριε, εἰ ἦς ὧδε, οὐκ ἂν ἀπέθανέ μου ὁ ἀδελφός.
Εἰ ἦς ὧδε. Ἀσθε νεῖς, ὦ γύναι. Οὐκ ἐπίσταται νῦν ἡ γυνὴ ὅτι καὶ μὴ παρὼν ὁ Χριστὸς σωματικῶς, παρῆν τῇ τῆς θεότητος ἐξουσίᾳ· ἀλλὰ τῇ τοῦ σώματος παρουσίᾳ ἐπιμετρεῖ ται τοῦ διδασκάλου τὴν δύναμιν. Λέγει αὐτῷ ἡ Μάρθα, Κύριε, εἰ ἦς ὧδε, οὐκ ἂν ἀπέθανέ μου ὁ ἀδελφός. Καὶ νῦν, φησὶν, οἶδα ὅτι ὅσα ἂν αἰτήσῃ τὸν Θεὸν, δίδωσί σοι. Ὁ Σωτὴρ οὖν πρὸς τὴν αἴτησιν αὐτῆς ποιεῖ τὴν προσευχήν. Οὐ γὰρ προσευχῆς ἐδέετο ὁ Θεὸς, ἵνα τὸν νεκρὸν ἐγείρῃ. Μὴ γὰρ καὶ ἄλλους νεκροὺς οὐκ ἤγειρεν; Ὅτε ὑπήντησέ τινα ἐκφερόμενον ἐν τῇ πύλῃ νεκρὸν, μόνον ἥψατο τῆς σοροῦ, καὶ ἀνέστησε τὸν νεκρόν. Μὴ προσευχῆς ἐδεήθη τότε εἰς τὸ ἐγεῖραι τὸν τεθνεῶτα; Καὶ πάλιν ἄλλοτε μόνον λόγῳ εἶπεν 48.782 ἐπὶ τῆς κόρης, Ταλιθὰ κοῦμι, καὶ εὐθέως παρέδωκεν αὐτὴν τοῖς γονεῦσιν αὐτῆς ὑγιῆ. Μὴ προσευχῆς ἐδεήθη τότε; Καὶ τί λέγω περὶ τοῦ διδασκάλου; οἱ μαθηταὶ αὐτοῦ λόγῳ μόνῳ τοὺς νεκροὺς ἤγειραν. Πέτρος τὴν Ταβιθὰν οὐ λόγῳ διήγειρε; Παῦλος οὐ διὰ τῶν ἱματίων αὐτοῦ πολλὰ σημεῖα πεποίηκε;
Μάθε δὲ καὶ τὸ παραδοξότερον τούτων. Ἡ σκιὰ τῶν ἀποστόλων νεκροὺς ἤγειρεν. Ἔφερον γὰρ, φησὶν, ἐπὶ κραββάτων τοὺς κακῶς ἔχοντας, ἵνα κἂν ἡ σκιὰ Πέτρου ἐπισκιάζῃ τινὶ αὐτῶν, καὶ εὐθέως διηγεί-ροντο. Τί οὖν; ἡ σκιὰ τῶν μαθητῶν διήγειρε τοὺς νεκροὺς, καὶ ὁ διδάσκαλος προσευχῆς ἐδέετο, ἵνα τὸν νεκρὸν ἐγείρῃ; Ἀλλὰ διὰ τὴν ἀσθένειαν τῆς γυναικὸς ποιεῖ τὴν προσευχὴν ὁ Σωτήρ· λέγει γὰρ αὐτῷ, Κύριε, εἰ ἦς ὧδε, οὐκ ἂν ἀπέθανέ μου ὁ ἀδελφός· καὶ νῦν οἶδα, ὅτι ὅσα ἂν αἰτήσῃ τὸν Θεὸν, δίδωσί σοι ὁ Θεός. Προσευχὴν ᾔτησας, προσευχὴν δίδωμι. Κεῖται ἡ πηγή· οἷον, ἐάν τις προσενέγκῃ ἀγγεῖον, γεμίζει αὐτό· ἐὰν ᾖ μέγα, μέγα λαμβάνει· ἐὰν ᾖ μικρὸν, μικρὸν λαμβάνει. Αὕτη τοίνυν προσευχὴν ᾔτησε, καὶ δίδωσι προσευχὴν ὁ Σωτήρ. Ἄλλος εἶπεν, Οὐκ εἰμὶ ἄξιος, ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς, ἀλλὰ μόνον, γενηθήτω σοι, εἰπὲ λόγῳ, καὶ ἰαθήσεται ὁ παῖς μου· καὶ εἶπεν αὐτῷ ὁ Σωτήρ· Κατὰ τὴν πίστιν σου γενηθήτω σοι. Ἄλλος εἶπε, ∆εῦρο, θεράπευσόν μου τὴν θυγατέρα· καὶ