1

 2

 3

2

θεότητος ἐνέργειαν προμηνύσας, τότε τῆς ἀν θρωπότητος τὸ ἀρχαῖον ὄφλημα καταβάλλω, καὶ διαλύσας τὰ δεσμὰ, τότε δεσμοῦμαι, καὶ διὰ τῶν πραγμάτων αὐτῶν [ἐπιδείκνυμι] ὅτι ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν. Αὕτη τοῦ Σωτῆρος ἡ διὰ τῶν ἔργων διδασκα λία· εἰ γὰρ μὴ τοῦτο ἦν, μηδὲ λόγῳ τινὶ τὴν κατὰ τὸν Λάζαρον θαυματουργίαν ἐταμιεύετο, οὐκ ἂν δή που προαγγελθείσης αὐτῷ κατὰ τὴν ὁδὸν τῆς ἀσθε νείας τοῦ Λαζάρου· Ἀπέστειλαν γὰρ, φησὶν, ἀδελ φαὶ αὐτοῦ πρὸς τὸν Κύριον λέγουσαι, Ἴδε ὃν φι λεῖς ἀσθενεῖ· οὐκ ἂν οὖν τι τοιοῦτον ἀκούσας ἐπὶ πολὺ ἀνεβάλετο, ἀλλ' ὥσπερ ἐπὶ τοῦ ἑκατοντάρχου καὶ τῆς Συροφοινικίσσης ἐποίησεν, καὶ τοῦ μὲν ἀπόν τος τὸν παῖδα, τῆς δὲ ἀπούσης τὴν θυγατέρα διέσω σεν· οὕτως ἂν καὶ ἐπὶ τῆς Μάρθας περὶ ἀδελφοῦ δη λούσης ὡς ἀσθενεῖ πεποίηκεν.

Νῦν δὲ ἐξεπίτη δες ἀναμένει τὸν θάνατον, καὶ ἐνδιατρίβει ἡ παρολ κὴ, καὶ τὴν παρουσίαν ἐκ προνοίας ὑπερτίθεται, ἵνα τὴν κατὰ τοῦ θανάτου νίκην πρὸ τῆς τοῦ θανάτου πάλης ἐνδείξηται· καὶ τρεῖς μὲν ἡμέρας ὑπερτίθε ται, πρὸς ἔλεγχον τῆς ἀκριβοῦς τελευτῆς. Ἰουδαίων δὲ παρόντων ἀνοίγει τὸν τάφον, ἵνα κήρυκας τοῦ θαύ ματος ἐργάσηται τοὺς ἐλαύνοντας· δι' εὐχῆς δὲ καὶ τῆς τοῦ Πατρὸς ἐπικλήσεως ἐγείρει τὸν Λάζαρον, ἵνα μὴ δόξῃ τοῖς τοῦ δημιουργοῦ ἀντιτάττεσθαι νόμοις. Καὶ βλέπε μοι τὸ παράδοξον· οὐκ εἶπεν, Λάζαρε, ἀνάζησον, ἀλλὰ τί; Λάζαρε, δεῦρο ἔξω, ἵνα διδάξῃ τοὺς παρόντας ὡς οὗτος ἐκεῖνος ὁ καλῶν τὰ μὴ ὄντα ὡς ὄντα, ἵνα δείξῃ τοῖς παροῦσιν ὡς οὗτος ἐκεῖνος ὁ Θεὸς ζώντων καὶ οὐ νεκρῶν, ἵνα ἐν καιρῷ τὸ ἀπαρ εμπόδιστον τοῦ θείου προστάγματος ἐπιδείξηται, καὶ ἀναμνήσῃ τοὺς περιεστῶτας τοῦ λέγοντος· Γενη θήτω στερέωμα· Συναχθήτω τὰ ὕδατα εἰς συν αγωγὴν μίαν· Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου· Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν· Λάζαρε, δεῦρο ἔξω· καὶ τοῦτο πρὸς μείζω καὶ βεβαιοτέραν πίστιν τῶν συνδραμόντων, ἵνα ἡ μὲν στολὴ καὶ τὰ δεσμὰ τῇ νεκρότητι μαρτυρήσῃ· ἡ δὲ ἀνυπέρθετος ὑπακοὴ, καὶ ὁ ἀνεμπόδιστος φόβος τὴν δεσποτικὴν αὐθεντίαν κηρύξῃ Λάζαρε, δεῦρο ἔξω· καὶ ὁ διαλελυμένος ὠρθοῦτο, καὶ ὁ σεσηπὼς ᾐσθάνετο· ὁ νεκρὸς ὑπήκουεν, καὶ ὁ δεσμώτης ἔτρεχεν, καὶ ὁ θρηνούμενος ἐσκίρτα. ∆ιὰ τί δὲ κραυγῇ κέχρηται πρὸς τὸ παρὸν ὁ Σωτήρ; φησὶν γὰρ ὁ εὐαγγελιστὴς, Ταῦτα εἰπὼν, φωνῇ μεγάλῃ ἐκραύγασεν, Λάζαρε, δεῦρο ἔξω. Καὶ διὰ τῆς βοῆς τάχα τὴν μέλλουσαν προϋποτυπώσας ἀνάστασιν· Σαλπίσει γὰρ, φησὶν, καὶ οἱ νεκροὶ ἀναστήσονται. Πολλὰ ἔτι ἔχων λέγειν, ἐπὶ τὴν προκειμένην ὑπόθεσιν ἕλκομαι, καὶ ἀπὸ τάφου πρὸς τάφον με ἐλθεῖν ἀναγκάζομαι.

Εὔκαιρος δὲ ἄρα καὶ ὁ τοῦ Λαζάρου τάφος τάφοις ἐξετασθείς· οὐκ ἄκαιρος, ὡς ἔοικεν, καὶ ὁ τῶν γυναικῶν θάνατος ἐπ' αὐτὸν τὸν τάφον ἑορταζόμενος. Τάφος ἐκεῖ, καὶ τάφος ἐνταῦθα· ἀλλ' ὁ μὲν τοῦ Λαζάρου τάφος ἀνοιγόμενος τὴν τοῦ Χριστοῦ δύναμιν ἐμφανίζει, ὁ δὲ τῶν γυναικῶν τάφος κεκλεισμένος καὶ ἐνεργῶν τὴν τοῦ Σωτῆρος χάριν κηρύττει· ἐκεῖ νεκρὸς ὑπὲρ φύσιν τὸν τάφον ἐκτρέχων, ἐνταῦθα γυναῖκες παρὰ φύσιν τοῖς τάφοις προστρέχουσιν· ἐκεῖ θείας δυνάμεως σημεῖον, ἐνταῦθα προαιρέσεως γενναίας τεκμήριον· ἐκεῖ Λάζαρος ..... τὰς τοῦ θανάτου ..... εὐθάρσως ἐπίσταται· ἐκεῖ μετὰ τὸν θάνατον ἀναβίωσις, καὶ ἐνταῦθα ζωή· ἐκεῖ θάνατος βιαίως λῃστεύεται, ἐνταῦθα θάνατος προδήλως πατεῖται· ἐκεῖνον ὁ θάνατος δανείσας τῷ βίῳ πάλιν διὰ τοῦ τάχους ἀνέλαβεν· μᾶλλον δὲ, φησὶν, Ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν, τοῦτο Θεοῦ κε-λεύσαντος· αὗται δὲ ἀπὸ προσκαίρου ζωῆς πρὸς ζωὴν ἀπέραντον μετεπήδησαν, μήτηρ καὶ θυγατέρες, αἱ σήμερον ἡμᾶς συναθροίσασαι· μήτηρ εὐσεβὴς ὠδῖνα ὑπενεγκοῦσα, θυγατέρες ὠδίνων ἀπείραστοι, μήτηρ λύσασα παρθενίαν εἰς γένεσιν παρθένων, μήτηρ ἁγνείας ὠδίνασα, μήτηρ κατὰ φυσικὸν νόμον παρθένους γεννήσασα.