1

 2

 3

 4

2

τὴν γυναῖκα Φιλίπ που τοῦ ἀδελφοῦ αὐτοῦ. Ὢ πράγματος ἀλλοκότου. Ἰωάννης τὴν δεδεμένην αὐτοῦ ψυχὴν τῇ σειρᾷ τῆς ἁμαρ τίας διὰ τοῦ ἐλέγχου ἐβούλετο λύειν, κἀκεῖνος τὸν λύοντα ἐδέσμει. Ἀλλὰ καὶ εἰ ἐδεσμεῖτο ὁ Ἰωάννης, ἐφθέγγετο, καὶ φυλακιζόμενος ἤλεγχεν· ἐπλήρου γὰρ τὸ γεγραμμέ νον· Καὶ ἐλάλουν ἐναντίον βασιλέων, καὶ οὐκ ᾐσχυ νόμην. Οὐ γὰρ ἐφοβεῖτο τὸν θάνατον ὁ Ἰωάννης, ἀλλ' ἐφοβεῖτο τὴν ἀλήθειαν μὴ λαλῆσαι.

Τοῦτον ἐφόνευσεν ὁ Ἡρώδης· τοῦτον δὲ φονεύσας, οὐχ ἕνα μόνον ἐποίει φό νον, ἀλλὰ καὶ πολλούς. Ὁ γὰρ διδάσκαλον καὶ ὠφελητὴν ψυχῶν ἀποκτείνας, οὐχ ἕνα ἀποκτείνει, ἀλλὰ τοσούτους, ὅσους ἂν ζῶν διὰ τοῦ λόγου ἠδύνατο ζωοποιῆσαι. Καὶ πότε τοῦτον ἐφόνευσεν; Αἰσχύνη τὸ λέγειν, αἰσχύνη δὲ οὐ τῷ λέγοντι, ἀλλὰ τῷ πεποιηκότι τὸν φόνον. Γενεσίων γὰρ ἀγομένων τοῦ Ἡρώδου, ὠρχήσατο ἡ θυγάτηρ τῆς Ἡρωδιάδος ἐν τῷ μέσῳ, καὶ ἤρεσεν αὐτῷ· ὅθεν καὶ μεθ' ὅρκου ὡμολόγησεν αὐτῇ δοῦναι ὃ ἐὰν αἰτήσηται. Ἡ δὲ προβιβασθεῖσα ὑπὸ τῆς μητρὸς αὐτῆς, ∆ός μοι, φησὶν, ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου. Ὢ γενέθλιον κάκιστον, προφήτου ἀποπνέον φόνον, ἀνθ' ὧν ἔδει ἄνδρας ἁγίους εἰς τὴν ἑαυτοῦ τράπεζαν φιλοφρονήσασθαι. Οὕτω γὰρ ἂν ἡ ἐστρεβλωμένη ψυχὴ αὐτοῦ διωρθοῦτο. Μετὰ γὰρ ὁσίου ὁσιωθήσῃ, καὶ μετὰ στρεβλοῦ διαστρέ ψεις. Ἀνθ' ὧν ἔδει χήρας οἰκονομῆσαι, ὀρφανοὺς οἰκτεῖ ραι, ἵνα διὰ πολλῶν καὶ ποικίλων εὐχῶν τὴν ἑαυτοῦ ζωὴν ἄσειστον διατηρήσῃ, νῦν δὲ μετὰ ἀνδρῶν ἀσελγῶν καὶ γυναικῶν ἀσέμνων εὐωχούμενος, οἴνῳ πολλῷ καρωθεὶς, καὶ ὑπὸ γυναικῶν ἀκολάστων χλευασθεὶς, τὸν πρόδρομον τῆς ἡμέρας ὄρθρον Ἰωάννην τῷ φόνῳ διέλυσε· τὸν κα λῶς δᾳδουχήσαντα, τὴν λαμπάδα τῆς πίστεως, τὸν λύ χνον τοῦ παντὸς κόσμου Ἰωάννην τῷ φόνῳ συν έτριψε. Τοῦτον δὲ τὸν λύχνον συντρίψας ὁ Ἡρώδης, ἑαυτὸν ἐσκότισεν. Ἐκείνου γὰρ εἰ καὶ τὸ ὀστράκινον σκεῦος εἰς γῆν διελύετο, ἀλλ' οὖν γε ἡ τοῦ πνεύματος αὐτοῦ φεγγοβόλος λαμπὰς τοῖς ἐν τῷ ᾅδῃ τὸ τῆς πίστεως φέγγος καλῶς ἐδᾳδούχει. Προφήτης γὰρ ὢν, καὶ εἰδὼς, ὅτι ἔμελλε τὸν Κύριον αὐτοῦ προλαμβάνειν ἐν τῷ ᾅδῃ, πέμπει πρὸς αὐτὸν τινὰς τῶν μαθητῶν αὐτοῦ, λέγων· Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερον προσδοκῶμεν; Καὶ οὐκ 59.524 ἀγνοῶν αὐτὸν, ἐπυνθάνετο.

Πῶς γὰρ ἂν ἠγνόει τὸν Κύριον, ὁπότε αὐτὸν ἐδείκνυε, λέγων· Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου; πῶς γὰρ ἂν ἠγνόει ὁ καὶ θεατὴς τῆς τοῦ Πνεύματος ἐξ οὐρανοῦ καταβάσεως γεγονὼς, καὶ ἀκουστὴς τῆς τοῦ Πατρὸς φωνῆς περὶ αὐτοῦ λεγούσης· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, εἰς ὃν ηὐδόκησα; Ἀλλὰ πυνθάνεται, πῶς; Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερος; Οὐκ εἶπε, Σὺ εἶ ὁ ἐλθών· ἦλθε γὰρ ἐπὶ τῆς γῆς· ἀλλὰ, Σὺ εἶ ὁ ἐρχόμενος (δῆλον γὰρ ὅτι ἐν τῷ ᾅδῃ), ἢ ἕτερον προσδοκῶμεν;

βʹ. Ἔλεγε γὰρ ἐν ἑαυτῷ ὁ Ἰωάννης, ὅτι Μήποτε βούλεται ἄγγελον

ἐνδυναμώσας εἰς τὸν ᾅδην ἐκπέμψαι, τὸ ἑαυτοῦ ἔργον ἐπιτελοῦντα; ἢ μήποτε θελήσει τοὺς πάντας μιᾷ φωνῇ ἀναστῆσαι, ὡς ἐπὶ τοῦ Λαζάρου πεποίηκε; ∆ιὰ τοῦτο μὴ δυνάμενος κρίνειν τὴν βουλὴν τοῦ ∆εσπότου, πυνθάνεται λέγων· Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερον προσδοκῶμεν ἐν τῷ ᾅδῃ; Τοῦτον ἀπέκτεινεν ὁ Ἡρώδης. Καὶ πῶς ἀπέκτεινε; Γενεσίων γὰρ, φησὶν, ἀγομένων, ὠρχήσατο ἡ θυγάτηρ τῆς Ἡρωδιάδος ἐν τῷ μέσῳ. Ἄξιον παίγνιον τῆς τοιαύτης τραπέζης. Ὅπου γὰρ θρύψις καὶ χλιδὴ καὶ μέθαι καὶ κῶμοι, οὐδὲν βέβαιον, ἀλλὰ πάντα σεσαλευμένα καὶ ἀνάστατα, προμηνύοντα τὴν Ἡρώδου παραφοράν. Ἀκούσατε οἱ φιλοθεάμονες τῶν ὀρχηστῶν, οἱ τοῖς πολυστρόφοις ποσὶ τῶν ἐκλελυμένων μειρακίων τοὺς ἑαυτῶν ὀφθαλμοὺς συνηχοῦντες, καὶ τὰς ἑαυτῶν καρδίας τοῖς λελυμένοις σώμασιν αὐτῶν συνεκλύοντες· ἀκούσατε, οἷον ὀψώνιον φόνου ἡ πολύγυρος ὄρχησις ἤνθησεν. Ἡ δὲ προβιβασθεῖσα ὑπὸ τῆς μητρός φησι· ∆ός μοι ὧδε ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου.