1

 2

2

γὰρ καθεζόμενον, ἀλλ' ἑστῶτα θεωρεῖ τὸν Σωτῆρα. Ὢ πόση τῆς ἀξίας ἡ χάρις! ἕστηκεν ὁ ∆εσπότης ἀθλοῦντος τοῦ μάρτυρος. Εἶδος γὰρ ἀγωνοθέτου καὶ τὸ σχῆμα σημαίνει τῶν ἀγώνων τὸ μέγεθος. Τότε γὰρ οἱ ἀγωνοθέται τῶν θρόνων ἀνίστανται, ὅτε τὸ θερμὸν τῶν ἀγώνων ἀνάπτεται· τότε τὸ στεῤῥὸν τῶν ἀθλούντων ἐλέγχεται, ὅτε τὸ χρέος τῆς τιμῆς ἀποδίδοται.

Ἡ δὲ τιμὴ τοῦ Σωτῆρος αὕτη, ὡς καὶ τῶν ἀγγέλων προτιμηθῆναι τὸν μάρτυρα. Ἀτενίσας γὰρ, φησὶν, εἰς τὸν οὐρανὸν, εἶδε δόξαν Θεοῦ, καὶ Ἰησοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ Θεοῦ. Εἶδε τὸν ἀόρατον οὐ μόνον τόπον καὶ δόξαν, ἀλλὰ καὶ αὐτὸν τὸν ποθούμενον, ὅπου φοβεῖται καὶ τῶν ἀγγέλων στρατιὰ παρακύψαι. Ἐκεῖ ὁ μάρτυς ἀτενίζει τὸ βλέμμα, ὅπου τὰ Χερουβὶμ καλύπτει τὰ πρόσωπα ἐκεῖνα καθαρὰ, ἀναβλέψαι τὰ Σεραφὶμ τοῖς ὀφθαλμοῖς οὐ τολμᾷ εἰς τὸ ἀπέραντον ὕψος. Ὤφθη οὖν κατὰ τοῦτο τῶν ἀγγέλων ἀνώτερος, τῶν ἐξουσιῶν ὑψηλότερος, τῶν θρόνων καὶ τῶν κυριοτήτων ἐπέκεινα. Εἷλκε γὰρ αὐτὸν ἡ τοῦ ∆εσπότου φωνὴ, προεπαγγειλαμένη καὶ λέγουσα· Ὅπου εἰμὶ ἐγὼ, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται. Πρῶτος οὗτος τοῦ Σωτῆρος διάκονος, ὡς καὶ πρῶτος τῆς ἀθλήσεως μάρτυς. Καὶ τῶν πραγμάτων τὸ ξένον, ὅτι οὐ πυρὶ, οὐ σιδήρῳ, οὐ θηρίοις, οὐχ ἑτέροις δεινοῖς τὸ τοῦ δικαίου τούτου πληροῦται μαρτύριον, ἀλλὰ μόνῃ τῇ τῶν λίθων βολῇ. Ἔδει λίθοις κοσμηθῆναι μόνοις τὸν Στέφανον, καὶ δέξασθαι τῆς ἀληθείας τὴν χάριν ἐκ τῆς τῶν λίθων προσθήκης. Ὡς γὰρ ἐν χρυσῷ τῷ σώματι ἡ τῶν λίθων ἐνετέθη βολὴ, καὶ μάλιστα ἐν τῇ πανταχόθεν περιῤῥεομένῃ τῷ αἵματι τῇ κεφαλῇ. Ὁρῶντες οὖν πολλοὶ γεγόνασι μάρτυρες.

Περιπόθητος γὰρ τοῖς ἀθλοῦσιν ὁ Στέφανος, τήν τε τιμὴν προξενῶν, καὶ ἐκδιδάσκων τὴν ἄθλησιν· ὁδηγεῖ γὰρ τοῖς ἰδίοις παλαίσμασι, καὶ προτρέπεται τῷ ἰδίῳ ὀνόματι. ∆ιὸ καὶ ἐκ τῶν πραγμάτων τῶν αὐτοῦ πρὸ τοῦ Παύλου βοᾷ· Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ. Ἠκολούθησα γὰρ, φησὶ, καὶ λόγῳ, καὶ βίῳ, καὶ τελευτῇ τῷ τῶν ἁπάντων ∆εσπότῃ. ∆εῦτε, μιμήσασθε καὶ ὑμεῖς ἕκαστα τούτων σὺν ἐμοὶ κατορθοῦντες· δυνατὸν γὰρ καὶ συμφέρον τοῖς θέλουσι. Καὶ μάρτυς ἐγὼ, ὁ καὶ πρῶτος μετὰ τὸν ∆εσπότην ἀθλήσας, καὶ πρῶτος ἐν οὐρανῷ τὰ κρυπτὰ θεωρήσας. Εἶδον γὰρ ἐκ δεξιῶν τοῦ Πατρὸς τὸν Ἰησοῦν ἑστῶτα, κἀκεῖνο περιεσκόπουν γενόμενον· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων Ἀμήν.