1

 2

 3

2

9 Ὀσφὺς οὖν περιεζωσμένη τῇ "ἀληθείᾳ" κατὰ τὸν ἀπόστολον· οὕτω γὰρ ἔσῃ πρὸς τὸν δρόμον τὸν ἀγαθὸν εὔζωνος, ἐὰν πάντα τὰ παρόντα ματαιότητα καὶ ψεῦδος ὑπολαβὼν κατὰ τὸν ∆αυὶδ τὴν μέλλουσαν ἀλήθειαν ἐπιζητοίης κἀκείνης ἔχοις τὸν πόθον.

10 Πόδες δὲ ὑποδεδεμένοι τῇ "ἑτοιμασίᾳ" φησὶ "τοῦ εὐαγγελίου τῆς εἰρήνης", πρὸς πάντα δρόμον ἀγαθὸν εὐτρεπεῖς, δι' οὗ τὴν εἰρήνην τὴν πρὸς θεὸν βεβαιοῦμεν ἑαυ τοῖς, καθά φησιν ὁ ἀπόστολος· "Εἰρήνην ἔχομεν πρὸς τὸν θεὸν διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ", καὶ "∆ι' ὑπομονῆς τρέχομέν" φησι "τὸν προκείμενον ἡμῖν ἆθλον", καὶ "Οὕτω τρέχω ἵνα καταλάβω".

11 "Βακτηρίαι" δὲ ἐκείνοις "ἐν χερσὶ", <πίστις καὶ> ἐλπὶς ἡ εἰς θεόν, στήριγμα ψυχῆς, οὐκ ἐῶσαι ταῖς θλίψεσιν ἔσεσθαι, καθάπερ ὁ Παῦλος εἴρηκεν, ἀλλὰ στηρίζουσαι βεβαίως εἰς τὸ μὴ σαλεύεσθαι.

12 "Ἔδεσθε" δὲ αὐτὸ "μετὰ σπουδῆς· πάσχα ἐστὶ κυρίου", οὐ ῥᾴθυμος οὐδὲ πρὸς ἡδονὴν τροφή, οὐκ ἀνειμένον οὐδὲ κατακεκλιμένον ἀλλ' ἐγηγερμένον ἐχόντων τὸ φρόνημα καὶ συντεταμένον, διότι τῆς ὀλοθρευτικῆς τιμωρίας ὑπέρβασιν ἡμῖν παρέχει, τοῦ κυρίου ταύτην δωρουμένου· διό φησι· "Πάσχα ἐστὶ κυρίου", ὅπερ ἕτερος ἑρμηνεύων ἄντικρυς εἴρηκεν· "Ὑπέρβασίς ἐστι τῷ κυρίῳ".

13 Μετὰ δὲ τὴν τοιαύτην μετάληψιν τοῦ θείου βρώματος τὸ τρίτον ἴδωμεν, ὁποῖον εἶναι δεῖ καὶ τὸν βίον τοῦ μετεσχηκότος ἁγίας τροφῆς· ὑποδείκνυσι δὲ τοῦτον τὰ 14 ἄζυμα καὶ αἱ τῶν ἀζύμων ἡμέραι. Ἰουδαῖοι μὲν οὖν περὶ τῶν ἀζύμων σπουδαζέτωσαν καὶ τὰς ἑπτὰ νομιζέτωσαν ἡμέρας παρέχειν αὐτοῖς τι θαυμάσιον, ὅτι ζυμωτὸν οὐκ ἐσθίουσιν οὐδὲ ἔχουσι παρ' ἑαυτοῖς, οὐδεμίαν ἔχοντες ὠφέλειαν ἀπὸ τοῦ πράγματος ἐπιδεῖξαι, τύπον γὰρ ἐπιτελοῦσιν, οὐκ ἀλήθειαν· σὺ δὲ σκόπει τὸ ἄζυμον, καθὰ τῷ ἀποστόλῳ προείρηται καὶ ἡμεῖς ἐπεσημηνάμεθα, τὴν εἰλικρινῆ καὶ καθαρὰν ἀπὸ πάσης κακουργίας ψυχήν, τὸν καινὸν τρόπον καὶ μηδὲν τῆς παλαιᾶς κακίας ἐπαγόμενον, εἰς ὃ καὶ καλῶς εἰρημένον φαίνεται τὸ "Ἀφανιεῖτε ζύμην ἐκ τῶν οἰκιῶν ὑμῶν. Πᾶς ὃς ἂν φάγῃ ζυμωτόν, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐξ Ἰσραήλ"· κακίας γὰρ παλαιᾶς ἐπανάληψις ὄλεθρος τῷ πρὸς τὴν καινότητα μετηγμένῳ· "Εἰ κατὰ σάρκα ζῆτέ" φησι "μέλλετε ἀποθνῄσκειν".

15 Τί δὲ τὸ τῶν ἑπτὰ σύμβολον ἡμερῶν· "∆ιό" φησιν "ἑπτὰ ἡμέρας ἔδεσθε ἄζυμα"; Ἑπτὰ συμβέβηκεν ἡμέρας εἶναι τὸν ἅπαντα χρόνον· μετὰ γὰρ τὴν ἑβδόμην, ἥτις ἐστὶ τὸ σάββατον, ἐπάνοδος τῆς πρώτης γίνεται, καὶ οὕτως ὁ κύκλος τοῦ χρόνου διὰ τῶν ἑπτὰ πρόεισιν ἡμερῶν 16 εἰς ἑαυτὸν ἀνακυκλούμενος. Πάντα δὴ τὸν χρόνον "ἐν ἁπλότητι καὶ εἰλικρινίᾳ" ἔδει σε ζῆν, καὶ τοῦτο σωτήριον ἀληθῶς· "Εἰ" γὰρ "πνεύματί" φησι "τὰς πράξεις τοῦ σώματος θανατοῦτε, ζήσεσθε".

17 Ἁπλοῦς δὲ ὁ τρόπος τοῦ μὴ ζητοῦντος τὰ σαρκικά, ἀκακοήθης, ἀπάνουργος, μηδὲν κακόν, μηδὲν πικρὸν ἐννοῶν· διὰ τί δὲ τὴν πρώτην ἡμέραν καὶ ἑβδόμην ἐξαιρέτως ἁγίας καλεῖ λέγων. "Ἡ ἡμέρα ἡ πρώτη κληθήσεται ἁγία, καὶ ἡ ἡμέρα ἡ ἑβδόμη κλητὴ ἁγία ἔσται ὑμῖν"; Ὅτι πρώτη μὲν ἡμέρα δηλοῖ τὴν ἀρχήν, καθ' ἣν ἁγιαζόμεθα τὸ πνεῦμα τὸ ἅγιον ὑποδεχόμενοι, ἑβδόμη δὲ τὸ τέλος σημαίνει, ἡνίκα δὴ ἀπὸ σώματος ἀναλύσαντες γινόμεθα σὺν τῷ Χριστῷ καὶ ἐπιδημοῦμεν τῷ κυρίῳ, καταλιπόντες τὴν ἐκδημίαν τὴν ἐπὶ γῆς, ὅλοι δὲ πρὸς τὴν ἁγιότητα μεταστάντες· "Ἐνδημοῦντες" γάρ φησι "τῷ σώματι ἐκδημοῦμεν ἀπὸ τοῦ κυρίου".

18 Τὰς δὲ ἁγίας ταύτας ἡμέρας ἀνειμένας ἔργων ὁ νόμος εἶναι βούλεται· "Πᾶν" γὰρ "ἔργον" φησὶν "οὐ ποιήσετε ἐν αὐταῖς", ὅπερ δηλοῖ μὴ συγκάμπτεσθαι τὴν ψυχὴν περὶ τὰς πραγματείας τὰς ἐπιγείους μηδὲ δουλείαν ὑπομένειν ἀνάρμοστον τῇ θεοῦ δουλείᾳ, ἀλλ' ἐκεῖνα καὶ μόνα ποιεῖσθαι διὰ σπουδῆς καὶ περὶ ἐκεῖνα συντείνεσθαι τὴν ψυχήν, ὅσα αὐτῇ πρὸς ὠφέλειάν ἐστι, καὶ τούτου πάλιν σύμβολον τὸ "Πλὴν ὅσα ποιηθήσεται πάσῃ ψυχῇ, τοῦτο μόνον ποιηθήσεται ὑμῖν"·